-
Π. ὈΥ῀ΙΡΓ. ἈΝΕΙ. ΒΙΒΛ. ΙΑ´.
-
Ὀυκ ἐγὼ Ἐυάνδρῳ περὶ Σεῦ τοιαῦτα ὑπέϛην,
-
Εὖθʼ ὁ περιπλεχθεὶς ἀπιόντα με ἐκπαραπέμπεν
-
Ἐς μέγα δὴ κράτος· ἀυτὰρ ἐμοὶ δεδιὼς ὑποβάλλεν
-
Ὀξεῖς ἄνδρας ἐσεῖσθʼ, ἔθνος χαλεπόντε δαμῆναι.
-
Νῦν δὲ ἁλȣ̀ς ὅγε τῇδʼ ἐλπωρῇ ἤλιθα φρȣ́δῃ,
-
Ἦ ῥ’ ἐπισωρέυει τʼ ἐυχὰς, καὶ δῶῤ ἐπὶ δώροις.
-
Οἱ δὲ νεᾶνα νέκυν, μηδέν τʼ ὄφλοντα Θεοῖσι,
-
Ἑσπόμενοι φέρομεν κενεῷ ἀκαχήμενοι κύδει.
-
Ὄψεαι, ὦ δύϛηνε, τέκȣς αἰνὸν μάλα πότμον.
-
Ἥδ’ ἡμῶν ἐπάνηξις, ἰδʼ ȣ̔́ςπερ ἐπέλπεο, ἆθλοι.
-
Ἥδ’ ἡ πίϛις ἐμὴ. Ἀλλʼ ȣ̓κ Ἔυανδῤ αἰσχροῖσι
-
Τρώμασιν ȣ̓τάμενον δέρξη, οἶς δὴ σωθέντος
-
Υἱέος ἔυξεαι οἶτον ὁ τέξας. Ἡλικος, οἵμοι!
-
Αὐσονίῃ ἤρθη ἐπίκȣρος, καὶ σοὶ, Ἰȣ͂λε!
-
Ὡς ἐπιπενθήσας, τȣ͂δʼ οἰκτρὸν κέλλετο σῶμα
-
Ἀρθῆναι, χιλίȣς τʼ εἴλης προέηκʼ ἐκ πάσης
-
Λεκτȣ̀ς ἀνέρας, οἵ πρὸ νέκω πέμψαιεν κήδει,
-
Πατρὸς δʼ ἐν θρήνοις ϛαῖεν παρμύθια πένθȣς,
-
Μικρὰ μεγίϛȣ, ἀλλʼ οἰκτρῷ τὰ καθῆκε τοκῆϊ.
-
Καὶ ῥʼ οἱ μὲν ταχέες ταῥῥȣ̀ς ἀπαλοῖο φερέτρȣ,
-
Ῥάβδοισι πλέξαν Κομάρων, δρυΐναις τε Λύγοισι,
-
Τεῦξαν τε κλιντῆρα, ἐπεσκίασάν τε πετήλοις.
-
Οἱ δʼ αἰζηὸν ἄειραν, ἐπὶ ϛιβάδος τʼ ἀνὰ θέντο.
-
Οἷον, παρθενικῆς τὸ δρέψατο δάκτυλος, ἄνθος,
-
Ἤ μαλακȣ͂ Ἴȣ, ἠὲ μαραινομένȣ Ὑακίνθȣ,
-
Τῷ ȣ̔́πω γε σέλας πάμπαν καὶ κάλλος ἀπέσβη,
-
Κ’ αἴ κ’ ȣ̓ μήτηρ γαῖα τροφὴν τʼ ἀκμήν τε ὀπάζοι.
-
Τόφρα δύω χλαίνας περιχρύσȣς. πορφυρεόχρȣς,
-
Ἔξελεν Αἰνείας, τὰς τῷ φίλια φρονέȣσα,
-
Διδὼ Σιδονίη, χειρῶν πραπίδεσσιν ἑάων
-
Τεῦξ, ἰδὲ λεπταλέῳ ἱϛȣ̀ς χρυσῷ γʼ ἐπιγράψε·
-
Τῇ μὲν, ἐπαχνύμενος πύματον δὴ τȣ͂το νεᾶνα
-
Ἄμπεχε, τῇ δὲ, κόμας καυθησομένας ἐκάλυπτε.
-
Ἆθλα δ’ ἔπειτα μάχης Λαυρεντιακῆς ἐτινήσας
-
175
-
65
-
Πολλὰ ἐφεξείης, καὶ ληΐδα εὖ διατάξε.
-
Πρόσθετο τοῖς δ’ ἵππȣς τε, βέλεμνά τε, εἴναρὰ τʼ ἐχθρῶν· 80
-
Δῆσε δὲ καὶ χεῖρας νώτων ὀπίσω τȣ̀ς μέλλε
-
Νερτερίοις ῥέξειν, ἐπὶ δὲ φλόγεσʼ αἵματα χέυσειν.
-
* * *
-
Κορ-
-
Στίχ: 80. ΠΡΌΣΘΕΤΟ ΤΟ῀ΙΣ Δ’ ἽΠΠΟΥΣ κτ: Καὶ δὴ καὶ Ἀχιλλεὺς ἐπὶ της
-
Πατρόκλȣ κηδείας, Ἰλ: . ϛίχ. 171.
-
. Πίσυρας δʼ ἐριαύχενας ἵππȣς
-
„Ἐσσυμένως ἐνέβαλλε πῦρῇ, μεγάλα ϛοναχίζων.
-
Στίχ: 82. ΝΕΡΤΕΡΊΟΙΣ ῬΈΞΕΙΝ . .
-
. . Οὗτοι δʼ ἦσαν οἱ νέοι, οὕς ἐν τῷ
-
πρὸ τȣ͂δὲ Βιβλ: ϛίχ. 551. Αἰνείας
-
„Ζώγρησ’ ἁρπάξας, ὡς Νερτερίοις ἐπιρέξη,
-
βιβλ. ΙΑ´. „Δȣριαλὲς τῶν δʼ αἷμα πυρῆς φλοξὶν τʼ ἐπιχεύσῃ.
-
Κατὰ