-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒΛ. IΑ´.
-
Ἄπνȣν σῶμα τεθὲν τὸ ῥὰ τȣ͂ Πάλλαντος, Ἀκοίτης
-
Γηραιὸς τήρει, ὃς Παῤῥασίῳ Ἐυάνδρῳ
-
Ἦν πάρος ὁπλȣ͂χος, τῆμος δʼ ἀλλʼ ȣ̓κ ἀγαθοῖσιν
-
Οἰωνοῖς, ὀπέων τροφίμῳ δέδοταὶ γʼ ἐπεράϛῳ.
-
Πάντες δ’ ἀμφίπολοι περιέϛαν, Τρώων τʼ ὄχλος,
-
Ἰλιάδες τʼ ἀνέτοις, κατʼ ἔθος, χαίταις ἀχέȣσαι
-
Ἦμος δʼ Αἰνεείας πυλεῶνος βήσατο ȣ̓δὸν,
-
Ἄσπετον οἰμωγὴν ἐπὶ ἦραν, ϛέρνα τε κόπτον.
-
Εἶθαρ δὲ κλισίη γοερῷ μυκήσατο πένθει.
-
Πάλλαντος δʼ ὁ κὰρ ὡς ἔσιδεν, χιονώδεὰ τʼ ὄψιν,
-
Κειμένȣ, ὠτειλὴν τʼ ἐπὶ λείοις ϛήθεσιν αἰχμῆς
-
Αὐσονικῆς ȣ̔́τως, ἐφθέγξατο δάκρυα λείβων:
-
Ἦρά σε, ὀικτρὲ παῖ, (αἴ κʼ ἐμοὶ ἄλλως ἤλυθʼ ἐΰφρων. )
-
Βάσκῃν’ ἡ δαίμων κράτος ἀρτίκτητον ἰδέσθαι;
-
Καί γε ἀριϛέυσαντα ἕδος πατρώϊον ἥξειν;
-
Β 2
-
* * *
-
173
-
῏Ουκ
-
30
-
40
-
κειοτάτȣς, καὶ τȣ́των τὴν ἐν Σεγέϛȣ πόλει διαμονὴν προελέσθαι· προσέ-
-
θετο δ’ οὖν Νῖσος το (οἴη) τότε, ἵνα τὴν τῆς μητρὸς ϛοργὴν περὶ τὸν
-
υἱὸν ἐπαυξήσας, τὴν τȣ͂ υἱȣ͂ πρὸς τὴν μητέρα κινήσῃ ἀνάπαλιν, καὶ τὸ
-
τολμηρὸν παραιτηθὴναι ἐγχείρημα ἀναπείσειεν.
-
Στίχ: Αὐτ: .
-
. ΚΑΤ’ ἜΘΟΣ .
-
. . Τὸ ἐπικρατȣ͂ν τηνικαῦτα ἐν
-
πένθεσι, περικαθῆσθαι δηλ: τὰς θρηνȣ́σας, καὶ γοᾶν, καὶ τὰς τρίχας ἑαυ-
-
τῶν ἐκτίλλειν, καὶ ϛερνοτυπεῖσθαι, καὶ τὰς παρειὰς κᾶταξαίνεσθαι, ἅ καὶ
-
ὁ Καλαβρὸς τὰς περὶ τὸν Ἀχιλλέως νεκρὸν ποιȣ́σας πριέϛησεν. ( Παρα-
-
λειπ: Βιβλ: Γ. ϛίχ. 543.)
-
„Ἀμφὶ δέ μιν μογεραὶ ληΐτιδες . .
-
„Ἱϛάμεναι γοάασκον, ἀμύσσȣσαι χρόα καλὸν,
-
„Στήθέα τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν.
-
Στίχ: 41. .
-
. . ΟὝΤΩΣ ἘΦΘΈΓΞΑΤΟ ΔΆΚΡΥΑ ΛΕΊΒΩΝ: Ὅρα μοι
-
Καὶ τὰ Ὁμήρȣ Ἰλ. Σ. ϛίχ. 231.
- . Ἀυτὰρ Ἀχαιοὶ
-
„Ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες
-
„Κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ’ ἀμφέϛαν ἑταῖροι
-
„Μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς,
-
„Δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιϛὸν ἑταῖρον,
-
„Κείμενον ἐν φερέτρῳ, δεδαϊγμένον ὀξέϊ χαλκῷ.
-
Στἰχ: οϛ3. Ἦ ῬΆ ΣΕ, ΟἸΚΤΡῈ ΠΑ῀Ι, .
-
. . Θρῆνος Αἰνείȣ περὶ Πάλ-
-
λαντα κείμενον νεκρὸν. Ἐποδύρεται δὲ τὸν νεανίαν, ὡς ἄξια ὄικτȣ παθόν-
-
τα· ὡς διὰ τύχης βασκανίαν, ( τῆς ἄλλως οἱ ἀυτῷ τῷ Αἰνεία ἐυμενῶς
-
ἐπιβλεψάσης, καὶ τῶν ἐχθρῶν κατισχύσαι παρασχομένης· ) μηδὲ τὴν διὰ
-
τῆς νίκης νεόκτητον ἀρχὴν φθάσαντα κατιδεῖν, μηδʼ ἀριϛεύσαντα ἐπὶ τὸν
-
πατῷον οἶκον ἐπανακάμψαι. Προσεποικτείρει δὲ καὶ τὸν γεννήτορα τȣ͂
-
παιδός Εὔανδρον, ὅτι ȣ̓ τοιαῦτα ἦν ἅπερ ἀυτὸς Αἰνείας περὶ τȣ͂ υἱȣ͂ ἐκεί-
-
νῳ ὑπέϛη, τἀναντία δὲ συνέπεσε τῶν ὑποσχεθέντων· ὅτι Θεοῖς τυχὸν ὁ
-
γηραιὸς ἐνδελεχῶς ἔυχεται, καὶ θυσίας ἐπὶ θυσίαις πληθύνει· νῦν δὲ νε-
-
κρὸν οἱ προκεισόμενον τὸ τέκος ἐπόψεται, ἐφʼ οἷς μηδέ τι τȣ͂ λοιποῦ ἔσεσ-
-
θαι ἀυτῷ εἰς παραμυθίαν, ἢ ὅτι πεσόντα τὸν νέον θεάσεται τραύμασιν
-
ȣ̓κ ἀτίμοιϛ, καὶ οἵοις ȣ̓δʼ ἄν ἔυξαιτο σώζεσθαι, τȣ̓ναντίον δὲ μᾶλλον καὶ κα-
-
τέυξαιτο ἄν ἀπολέσθαι· ἐπὶ πᾶσιν ἐπιφωνεῖ δὲ σχετλιάζων Αἰνείας, ὅτι
-
συνάμα τῇ Αὐσονίτιδι γῇ, καὶ αὐτὸς αὐτὸς ὁ υἱὸς Ἰȣ͂λος μεγάλȣ ἐπικȣ́ρȣ
-
τȣ͂ Πάλλαντος ἀπεϛέρηται.
-
Στίχ: