-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒΛ. Ί.
-
Καὶ δὴ ἐν προμάχοισι γεγηθῦἰ ἄλλετο εἰκὼν,
-
Ἤρεθε δ’ ἄνδρα βέλεσσιν, ὁμοκλήσασκέ τε μύθοις.
-
Τύρνος δ’ ἀντεπιὼν οἱ, τηλόθεν ἔγχος ἀφῆκε
-
Τετριγὸς· ἡ δʼ εἰκὼν ὀπίσω μέτα ἴχνια τρέψε.
-
Τόφρα δὲ Αἰνειαν ἀπιόντα ἐπειὴ Τύρνος
-
Ὤετʼ ἀναιρήσειν, (μάψ τȣ͂το δʼ ἐπέλπετο νῆϊς·)
-
Αἰνέα, ποῖ φέυγεις; τακτȣ̀ς θαλάμȣς μὴ λεῖπε·
-
Τῆςδʼ ἐκ δεξιτερῆς τὸ παραυτίκα γῆν ἀπολήψη,
-
Τὴν ματέων ἔπλεις πολέος διὰ κύματα πόντȣ.
-
Τὼς ὅγʼ ἐφέσπετο μακρὸν ἀΰων, ἠδʼ ἀναπάλλων
-
Φάσγανον, ȣ̓δʼ ἑὰ λεῦσσʼ ἀνεμώλια γήθεα ὄντα.
-
Ναῦς τυχὸν ἀκροτόμȣ παρὰ κρηπίδι ἵϛατο πέτρης,
-
Κλιμακίδας τʼ ἐκθεῖσα ἑτοίμας, καὶ ἀποβάθραν.
-
Τῆς δ’ ἔπι, Κλȣσίȣ ἐξ ἀκτάων ἦκτο Ὀσίννης·
-
Τῆς δ’ ἄῤ, δειμαλέη εἰκὼν φυγὰς ἡ Αἰνείȣ,
-
Κεύθεα εἰσέδυ· ὀυδ’ ȣ͂̓ν νωθὴς Τύρνος ἐπιϛὰς,
-
Σκῶλα θʼ ὑπέρβῃ, καὶ γʼ αἰπὰς ὑπερᾶλτο γεφύρας.
-
Ὧς δ’ ὁ μόλις πρώρης ἐπιήψατο, αὐτίκα Ἥρη
-
Πείσματα ῥῆξε, νέα σχασθεῖσαν δʼ ἥρπασε κῦμα.
-
Τύρνον δʼ Αἰνείας μάϛεὐ ἀπεόντʼ ἐπὶ δήρει,
-
Πολλὰ δʼ ὑπαντιάοντʼ ἀνδρῶν κατὰ σώματα βάλλε.
-
Τῆμος δʼ ȣ̓δʼ εἰκὼν ἔτι κεύθεα δίζετο κȣ́φη,
-
Ὑψȣ͂ δ’ ἱπταμένη δνοφερῇ νεφέλῃ συνέμικτο.
-
Μέσφα μέσον πελάγȣς περισέυετο λαίλαπι Τύρνος.
-
Ἀγνοέων ὁ δʼ ὅπως ὅτι σῶς τε ἔην ἀγνώμων,
-
Ἀντείνας τὼ χεῖρε ἐς ȣ̓ρανὸν ὧδ ἐπαΰτει:
-
Ὦ πάντων μεδέων, τοσσῆς γε μʼ ὑπέυθυνον ἄτης
-
Θῆκας, καὶ μʼ ἐθέλησθα δίκας τοιὰς δʼ ἀποτἱσαι;
-
Ποῖ φέρομ’; ἠδʼ ὅθεν; οἷ φευξȣ͂μαι; τὶς δ’ ἐπανήξω;
-
Λάυρεντος τείχη, ἠὲ ϛρατὸν ὄψομαι αὖθις;
-
Τίπτε δ’ ἄῤ ἀνδρῶν χεὶρ, ὅπλοις οἵ ἕποντο ἐμοῖσιν,
-
Οὕς περ ἐγὼν αἴσχιϛα ἅπαντας κάλλιπον οἴτῳ;
-
Νῦν δ’ ἠλάσκοντας λεύσσω, αὐτὰρ πιπτόντων
-
Τῶν ϛοναχῆς ἀΐω· τί κε ῥέξω; τίς τε βυθίϛη
-
Γαῖα χανεῖ μοι; νῦν αὐτοὶ μʼ οἰκτείρατʼ ἀῆται,
-
Χοιράδας ἐς πέτρας (ἀέκων ȣ̓κ ἔυχομαι Τύρνος )
-
Ἔλσατε ναῦν ῥάξαντες ἐπὶ βράχε, ἤ προτὶ σύρτεις,
-
Ἔνθ’ ἐμοὶ ȣ̓ Ῥοτόλοι, μηδ’ ἄῤ φάτις ἕψεται ἵϛωρ.
-
Τοῖα μενοινώων μερμήριζʼ ἔνθα καὶ ἔνθα,
-
* * *
-
141
-
685
-
690
-
695
-
700
-
705
- 710
- Ἠὲ
-
Στίχ: 715. Γ῀ΑΙΑ ΧΑΝΕ῀Ι ΜΟΙ; Σὺνηθης. τοῖς ἐν ἀπογνώσω πραγμάτων, ȣ̔́τως
-
ἀτυχημάτων, ἅττα κατʼ αὐτȣ͂ οἱ πολέμιοι κατακαυχήσαιντο ἀναπολῶν,
-
Ἰλ: Δ. ϛίχ. 182.
-
„Ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι ἐυρεῖα χθὼν.
-
Στίχ: 717. ἜΛΣΑΤΕ ΝΑ῀ΥΝ ῬΆΞΑΝΤΕΣ κτ: Τὶ δ’ ȣ̓χὶ, ῥᾷϛα παρὸν, ἀντὸς
-
φέρων ἑαυτὸν κατεποντωσεν; Ἀλλʼ ἀπωτάτω. πȣ γενόμενος ἐν ἀφανεῖ ἀ-
- Βιβλ. Ί.
-
πολέσ-
-
715