-
-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒΛ. ς´.
-
Τὶ μνησθῶ Θησῆος, ἰδʼ Ἀλκείδȣ μεγάλοιο;
-
Τȣ̓μὸν ὁμῶς γένος ἐκ Διὸς ἔσθʼ ὑπάτȣ κρείοντων.
-
Ὥς ἔφατʼ ἐυχόμενος, βωμȣ̀ς ἀμφοῖν δὲ κατεῖχε
-
Τῷ δʼ ἐπαμειβομένη ἐπέεσσʼ ὥς ἤρξατο Μάντις.
-
Τρὼς Ἀγχισιάδη, θείȣ ὁ ἀφʼ αἵματος ἐκφὺς,
-
Ὡς κάθοδος μάλα, ἡ ἐς Ἀόρνȣ, ἔπλετο ῥάϛη.
-
Νύκτεσʼ ἰδ’ ἠμάτεσιν πύλαι ἀμπέπταντʼ Ἀΐδαο.
-
Ἀλλʼ ἐπανελθέμεν, ἔς τʼ ἀύρας πάλιν ἐξαναδῦναι,
-
Τȣ͂τʼ ἔργοντε πόνος τε· ἐπεὶ πάνυ δή ποτε παῦροι,
-
Τοῖσι Ζεὺς Κρονίδης φίλα μήσατο· τȣ̀ς τʼ ἀρετὴ δέ
-
Ἦρεν ἐς αἰθέρα, τȣ͂τʼ ἔχον, ὡς ῥὰ Θεοῖς γεγαῶτες.
-
Ταρφέα ὑλάων, τὰ μεσηγὺς πάντα κατίσχει·
-
Κωκυτὸς ἀμφὶ ῥέων ζοφεροῖσι δὲ χεῦτʼ ἐνὶ ῥείθροις.
-
Αἴ δέκε τόσσος ἔρως, τόσος αὐτὰρ σʼ ἵμερος ἔχε
-
Δὶς λίμνας ϛυγίȣς νήξασθαι, δὶς δ’ ἐσιδέσθαι
-
Τάρταρα ἠερόεντα, ἀτὰρ τὸν δ’ ἀργαλέον περ
-
Δόξε πόνον δέξασθʼ, ὅ δέοι πρὶν μάνθανε ἔρδειν.
-
Λήθει πυκνοκόμῳ ἐπὶ δὲνδρῳ χρύσεον ἔρνος,
-
Ε 2
-
- 145
- 150
- 155
-
Τοῖσι
- Ἦν γὰρ
-
Στίχ: 143. ΤὈΥΜῸΝ ὉΜ῀ΩΣ ΓΈΝΟΣ ἘΚ ΔΙῸΣ . .
- τῷ Ἀγχίσῃ τεχθείς Αἰνείας ἐξ Ἀφροδίτης. (Ὄρα τὸν εἰς Ἀφροδ. ὕμν. ἐν
-
τοῖς Ἀναγραφ. Ὁμ.) Ἐπιγινώσκει δὲ θεογενῆ αὐτὸν καὶ ἡ Μάντιϛ, μικ-
-
ρόν κατωτ: ϛίχ. 146.
-
Στίχ: 144. .
- . . ΒΩΜΟῪΣ ἈΜΦ῀ΟΙΝ ΔῈ ΚΑΤΕ῀ΙΧΕ. Ἔδει γὰρ τῶν
-
βωμῶν ἔχεσθαι τȣ̀ς ἐυχομένȣς. (Μακρὸβ. Κρονικ. Βιβλ: Γ, Κεφ: Β.) Ὅ-
-
ρα δὲ καὶ ἐν Δ. Αἰν: ϛίχ. 238.
-
Στίχ: 154. ΚΩΚΥΤῸΣ .
-
. Ὅρα Γεωργ. Δ. ϛίχ. 579.
- Στίχ: 156. ΔῚΣ ΛΊΜΝΑΣ ΣΤΥΓΊΥΣ ΝΉΞΑΣΘΑΙ . .
-
. . Νῦν τε δηλ:
- καὶ ἀπὸ θανάτȣ. Οὕτω καὶ Κίρκη τȣ̀ς ἀμφʼ Ὀδυσσέα μετὰ τὴν ἐξ Ἅδȣ
-
ἐπάνοδον ἐκάλεσε δισθανἐας. Ὀδ. ϛίχ. 21.
- „Σχέτλιοι, ὃι ζώοντες ὑπηλθετε δῶμʼ Ἀΐδαο,
- „Δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνήσκȣσʼ ἄνθρωποι.
-
Αἱ δὲ λίμναι Στύγιοι λέγονται, ὡς ἀπὸ τῆς ἐν Ἅδȣ πηγῆς, Στυγὸς κα-
-
λȣμένης, προβλυϛάνȣσαι· περὶ ἧς εἴρηται, Δ. Γεωργ. ϛίχ. 580,
- Στίχ: 157. ΤΆΡΓΑΡΑ ἨΕΡΌΕΝΤΑ . .
-
. . Ὅρα περὶ τȣ́των Β Γεωργ.
-
ϛίχ. 337. καὶ Δ. Γεωργ. 581.
- Στίχ: 159. ΛΉΘΕΙ ΠΥΚΝΟΝΌΜῼ ἘΠῚ ΔΈΝΔΡῼ ΧΡΎΣΕΟΝ ἜΡΝΟΣ. Ἐν
-
ὕλῃ δασυτάτῃ, Ἀρικίας πόλεως Λατινικῆς ȣ̓ πόῤῥω κειμένῃ, κλάδες ἐπὶ
-
δένδρȣ τινὸς ἐκφίεσθαι ἐτερατεύθη τοιȣ͂τος, ȣ͂̔περ ἐκσπασθέντος ἕνα τινὰ
-
ἦν ἐπάναγκες τελευτῆσαι· ἐτελῖτο δὲ ἐν τῇ ὕλῃ, Ἱερᾷ ȣ́̓σῃ Ἀρτέμιδι,
-
μυϛήρι’ ἄττα τῶν ἀποῤῥήτων· ἐξ ὧν λαβόντα τὴν ἀφορμὴν, οἴεται Σέρ-
-
βιος, τὰ περὶ τȣ͂ χρυσȣ͂ ἔρνȣς ἐνταῦθα τὸν Μάρωνα διαμυθέυσασθαι.
-
Τροπολογεῖν οὖν οἱ ἐξηγηταὶ τὰ περὶ τȣ͂ χρυσȣ͂ κλωνὸς ῥαψῳδȣ́μενα ἐπι-
-
βάλλονται. Καὶ τοιαύτην εἶναι τὴν ἀρετὴν, φασὶν, ἤ τὴν ἁπασῶν ἀρετῶν ἡγε-
-
μονικωτάτην φρόνησιν· ταύτηϛ γὰρ ἄνευ, ȣ̓δεὶς ἄν ἄξιος εἴη τὰ τῆς Περ-
-
σεφόνης μυηθῆναι τε καὶ τελεσθῆναι Μυϛήρια, ὡς ἐπόπτης ἀναδειχθῆναι
-
τῶν ἀθεάτων ἐλπίσαι, ἃ μετὰ τὴν παρȣ͂σαν ἐπὶ τῆς μελλȣ́σης ἀπόκει-
-
ται λήξεωϛ. Λανθάνειν δὲ ἄρα τὸ τοιόνδε ἔρνος, ὑπὸ τῆς ἐπιπολαζȣ́σης
-
τῷ βίῳ ἐμπαθείας τε καὶ κακίας, καθάπερ ἐν κοιλάδι βαθυτάτῃ ἐπισ-
-
κοτȣ́μενον, ὡς μὴ ῥᾳδίως συνορᾶσθαι, καὶ οἷον ὑπὸ πυκνῆς τινὸς καὶ παν-
-
ταχό-