-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒ. ς´.
-
Ἀλλʼ ἀφικέσθαι, τοῖσιν ἔπειτα μετʼ αὖθι μελήσει·
-
Δήρεις λευγαλέας τινὰς ἀυτόθι, δήριας αἰνὰς,
-
Καὶ Θύβριν, πολλοῖς ἀφρȣ͂ντα ἐν αἵμασι λεύσσω.
-
Οὐ Σιμόεις, ȣ̓ Ξάνθος ἀπέϛʼ, ȣ̓ Δώρια ἕρκη.
-
Ἔϛι δὲ κᾀν Λατίῳ ἄλλος γεγαὼς Ἀχιλεύς σοι,
-
Παῖς τε Θεαίνης· οὔθʼ Ἥρη φίλια φρονέȣσα
-
Τεύκροις πώποτʼ ἔοι. Τῇμος πολλῶν σὺ χατίζων,
-
Πρὸς τίνα Ἰταλίης ȣ̓κ ἔθνεα, πρὸς τίνα δʼ Ἄϛη,
-
Ἐξ ἄρʼ ἀνάγκης, ȣ̓χ ἱκέτης λιπαρὴς προτιφεύξη;
-
Δεινῶν τοσσατίων Τεύκροις δὲ παραίτιος ἔϛαι
-
Καινὴ ξεινοδόκορς, καὶ παϛάδες ἆυθις ὀθνεῖαι.
-
Μὴ σὺ κακῶς δʼ εἴκειν, ἰταμώτερον ἄντα δὲ βαίνειν,
-
Χωρεῖν θʼ, ἧ γε τεὴ δαίμῳν σαυτῷ ἐνιδοίῃ.
-
Ὄφρα σάως δὲ ἔοις (τὸ μόλις πιϛόν σύ ὀΐη·)
-
Ἑλλαδικὸν πρώτην σοι ἀνοίξει Ἄϛυ πορείην.
-
Ταῦτʼ ἔπεʼ ἐξ ἀδύτοιο Σιβύλλη ἡ ἀπὸ Κύμης
-
Σμερδαλέον μυκῶντι ἑλικτὰ ἄειδεν ἐν Ἄντρῳ,
-
Ξύμμιγα δυσξυνέτοις εἵλȣσα ἐτήτυμα πολλὰ·
-
Τῇ δʼ ἄρα μαινάδι ἀυτὸς Ἀπόλλων σεῦε χαλινȣ̀ς,
-
Ἀυτὰρ ὑπὸ ϛέρνοις θαμὰ ἀμφεϛρώφεε κέντρα.
-
Αὐτίκα δʼ ὡς μανίη λωφήσατο καὶ ϛόμα παῦσε
-
Λυσσόον, ὧδ Ἥρως Αἰνείας ἤρξατο εἴρειν:
-
Ὀυ κȣ́ρη καμάτων τι ποταίνιον ἔγρεται εἶδος;
-
Οὐδʼ ἀδόκητον· φθὰς γὰρ ἐγὼ πρὶν προφρονέως γε.
-
2
-
* * *
-
100
-
105
-
110
-
120
-
Πάντʼ
-
Στίχ: 110 ΜῊ ΣῪ ΚΑΚ῀ΩΣ Δʼ ΕἼΚΕΙΝ κτ: Μὴ ἀποδειλιάσῃς, μὴ ἐνδῶς, μὴ
-
ὑποϛαλῇς, χώρει δὲʼ εὐτόλμως οἶπερ ἄν ἡ Τύχη σὲ ἄγοι.
-
Στίχ: 112. .
-
. . ΤῸ ΜΌΛΙΣ ΠΙΣΤῸΝ ΣῪ Ὀ΅ΙΗ. Πῶς γὰρ ἂν Αἰ-
-
νείας ῥᾳδίως πιϛέυσειρν, ἐκ τῶν δυσμνεϛάτων Ἑλλήνων, τὴν ἀρχὴν αὐτῷ
-
ἔσεσθαι τὴν πρὸς τὸ σωθῆναι;
-
.ἌΣΤΥ . .
-
Στίχ: 113. ἙΛΛΑΔΙΚῸΝ .
-
. Τὸ Παλλάντιον.
-
Ἄϛυ δὲ ἦν τȣ͂το, ἐπὶ τȣ͂ Παλατίνȣ ὕϛερον κληθέντος ὄρȣς ἱδρυθὲν ὑπὸ
-
Εὐάνδρȣ τȣ͂ Ἀρκάδος, ὅς αὐτὸ συνοικίσας ȣ̓́τως ὠνόμασεν, ἀπὸ Πάλλαντος
-
ἑνὸς τῶν ἀυτ͂ προγόνων, Παλλάντιον· ἤ ἄλλως, ἀπὸ τῆς ἐν Ἀρκαδὶᾳ ȣ̔́τω
-
καλȣμένης πόλεως.
-
Στίχ: 116. ΞὙΜΜΙΓΑ ΔὙΣΞΥΝΈΤΟΙΣ κτ: Ποιηταῖς μὲν ἐφεῖται συνάμα τοῖς
-
ἀληθέσι καὶ ψευδῆ τινα ἐπικαταμίσγειν. Διὸ καὶ Ὀδυσσεὺς πρὸς Πηνε-
-
λόπην: Ὀδ. Τ. ϛὶχ. 264.
-
175
-
„Ἴσκεν, ψέυδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
-
Πολλὰ μὲν, ȣ̓ πάντα δὲ· ὀυδὲ γὰρ ἄν ἦν ἐτύμοισιν ὁμοῖα, ὡς Στράβωνι
-
εἴρηται, ἐν τῷ Α· τῆς Γεωγρ. Μάντεσι γεμὴν καὶ τοῖς ἄλλοις ἁπλῶς,
-
τοῖς τὰ ἐσόμενα μηνύειν ὡς ἐκ Θεȣ͂ ἐπαγγελλομένοις, τῶν μὲν ψευδῶν ȣ̓
-
θέμις, ȣ̓δὲ τὸ τυχὸν ὅλως προφέρειν· ὑπὸ δὲ ῥήσεσι δυσεικάϛοις καὶ αἰ-
-
νγματικωτέραις ἔξεϛιν ἐνίοτε ὑπεμφαίνειν τὰ ἀληθείας ἐχόμενα, ἐπηλυ-
-
γάζοντάς πως καὶ συγκαλύπτοντας, ἵνα μὴ τοῖς ἀμυήτοις καὶ βεβήλοις
-
εἰς κλέυην εἴη κοινῇ προκείμενα.
-
Στίχ: 117. .
-
ἈΠΌΛΛΩΝ ΣΕ῀ΥΕ ΧΑΛΙΝΟῪΣ· Ὡς ἄντικρυς ἵπ-
-
πῳ δυσηνίῳ τε καὶ δυϛραπέλῳ τὸν Φοῖβον πάρεϛιν ὁρᾷν ἐποχȣ́μενον τῇ
-
Φοιβάδι, καὶ ταύτην χαλινοῖς τε ἅμα καὶ κέντροις καταδονῦντα καὶ
-
δαμάζοντα.
-
Στίχ:
-