-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒΛ. Ε´.
-
Ἐυρυάλῳ δʼ ἤμυνε χάρις, καὶ δάκρυα καλὰ.
-
Καλῷ δʼ ἠνορέη ἐνὶ σώματι ἡδυτέρη πως.
-
Τῷ δὲ συνηγόρεεν καὶ ἄεθλον ὅς ἔσχε Διώρης,
-
Μακρὸν ἀΰτων, ὡς μάψ πρός γέρα ἔσχατʼ ἄῤ ἥκει,
-
Αἴκεν ἀριϛείης Σαλίῳ τὰ πρῶτα δοθείη.
-
Αἰνείας δὲ πατὴρ, ὕμμιν, φάτο, ἔμπέδα παῖδες
-
Ἔϛαι δῶρα τεθέντα· ὅρȣς δʼ ȣ̓δεὶς μεταθήσει.
-
Ἀλλά μοι ἐξέϛω οἰκτεῖραι ἀμύμονα φῶτα,
-
Ὥς φὰς, Γαιτȣ́λȣ βριαροῖο λέοντος δέρμα,
-
Δῶκεν ἔχειν Σαλίῳ, δασὺ, βριθύ τʼ, ὄνυξι χρυσοῖς.
-
Ἀλλʼ εἴ γʼ ἡττηθεῖσιν, ἔφη Νῖσος, τόσʼ ἄεθλα,
-
Κʼ αἴκε πεσόντας τὼς ἐλεαίρεις, δῶρα τὰ Νίσῳ
-
Ἄξια δώσεις; τῷ γʼ ᾖπȣ κλέος ὤφλετο πρῷτον,
-
Ἤν μὴ ῥʼ ἡ Σαλίȣ δαίμων σκαιήμοι ἀπήντα;
-
Καὶ ἅμα, ὧς εἰπὼν ῥυπόωντα προσώπατʼ ἐδείκνυ,
-
Ἠδὲ μιαντὰ μέλη αἰσχρῶς ὑγρȣ͂ ὑπὸ ὄνθȣ.
-
Μείδησεν δὲ πατὴρ Αἰνείας ἡδὺ ἐπʼ αὐτῷ.
-
Καὶ σάκος αἶψα κέλευσʼ ἀγέμεν Διδυμάονος ἕργον,
-
Σύλησαν τὸ πάρος Δαναοὶ νηȣ͂ Ποσιδῶνος.
-
Τοιῷδʼ ἴφθιμον δὲ νεᾶνʼ ἐπαγήλατο δώρῳ.
-
Ἀυτὰρ ἐπεὶ παύσαντο τροχοὶ, καὶ δῶρα νεμήθη·
-
Νῦν ὅτῳ ἠνορέη, θυμὸς τʼ ἐν ϛήθεσʼ ἑτοῖμος,
-
Ἆσσον ἴτω, πυγμὰς ἀράτῳ τε ἱμαντοελίκτȣς.
-
-
Ὡς φάτο: πυγμαχίης δὲ δύω πρȣ̓θήκατο ἆθλα·
-
Τῷ μὲν νικῶντι χρυσῷ ἐν ϛέμματι μόσχον,
-
Καὶ ξίφος, ἠδὲ κόρυν, παραμύθιον ἡττηθέντι·
-
Οὔτι γε δὴν μάλα, αἶψα Δάρης κρατερὸς δʼ ἐπὶ ὦρτο·
-
Ἀμφὶ δʼ ἔ, θρȣ͂ς ἀνδρῶν, ὅμαδός τε μέγʼ ἄσπετος ἤρθη.
-
* * *
-
Στίχ: 372. . .
-
ὅτι ἡ Σαλίȣ ἀριϛερὰ τύχη, καὶ ἐμοὶ αὐτῷ, ὥσπερ ἐκείνῳ, ἀπήντησε πρὸς
-
ἐπήρειαν· καὶ προσάπτει ἄρα τῷ Σαλὶῳ ὡς κακοδαίμονι προκαταρκτικῶς
-
τὴν περιπέτειαν, ἣν ἄκων μὲν ἐκεῖνος διολισθήσας ὑπέϛη, ἑκὼν δὲ ὅμως ϗ
-
αὐτῷ πρȣ̓μνηϛεύσατο ὀρθωθεὶς καὶ δολιευσάμενος.
-
. . Ὥσπερ δὴ καὶ οἱ
-
Αἴαντα κατιδόντες τȣ̀ς ὄνθȣς ἐξαποπτύοντα. Ἰλ: ψ. ϛίχ. 784.
-
— Οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
-
Στίχ: 376. :
-
. ΔΙΔΥΜΆΟΝΣ ἜΡΓΟΝ. Ἀνδρὸς δηλονότι περὶ τὴν τῶν
-
τοιȣ́των ὅπλων δημιȣργίαν ὄνομα ἔχοντος, ὡς ἀριϛοτέχνȣ.
-
Στίχ: 377. ΣΎΛΗΣΑΝ ΤῸ ΠΆΡΟΣ ΔΑΝΑΟῚ .
-
Στίχ:
-
Οἷος
-
. . Ἡ ΣΑΛΊΟΥ ΔΑΊΜΩΝ ΣΚΑΙῊ κτ: Ὡσανεὶ ἔλεγεν
-
Στίχ 375. ΜΕΊΔΗΣΕΝ ΔῈ ΠΤῊΡ ΑἸΝΕΊΑΣ . .
-
Στίχ:
-
360
-
.Πόθεν οὖν τὸ Σά-
-
κος τȣ͂τς εἰς χεῖρας ἧκεν Αἰνείȣ; ἤ καὶ τόδε Ἕλνος πρὸς τοῖς ἄλλοις
-
ξένιον ἀυτῷ ἐδωρήσατο; (Γ Αἰν. ϛίχ. 488. κξ.)
-
.ΠΌΡΤΙΝ.
-
383. Τ῀ιΩ ΜῈΝ ΝΙΚ῀ΩΣΝΤΙ . .
-
384. ἭΤΤΟΝΙ ΔΕ ΞΊΦ0Σ κτ: Κἀνταῦθα τὸν Ὁμήρȣ Ἀχιλλέα ὁ τȣ͂
-
Μάρωνος Αἰνείας μιμεῖται, τὸν ȣ̓ μόνον βραβέυοντα τὸν ἐπὶ τῇ πυγμα-
-
χία νενικηκότα, ἀλλὰ καὶ τὸν νικηθέντα. Ἰλ: ψ. ϛίχ: 663.
-
„Ἀυτὰρ ὁ νικηθείς δέπας ὄισεται ἀμφικύπελλον.
-
385. . .
-
Βιβλ. Ε´.
-
. ΑἾΨΑ ΔΆΡΗΣ κτ: Καὶ παῤ Ὁμήρῳ δὲ, Ἰλ: ψ. ϛίχ. 664,
-
„ — Ὤρνυτο δʼ ἀυτίκʼ ἀνὴρ ἠύς τε μέγας τε.
-
„ — υἱὸς Πανοπῆος Ἐπειὸϛ.
-
Στίχ:
-
265
-
370
-
375
-
380
-
385