-
Π. ὈΥΪΡΓΙ. ἈΙΝΕΙ. ΒΙΒΛ. Ε´.
-
Ὀυδʼ ἐπὶ δάκρυον ἔσχε· γέροντα δʼ ἐόντα Μενοίτην,
-
Οὐδὲν ἑῆς δόξης, ἐτάρων χρείας τʼ ἀλεγίζων,
-
Εἰς ἅλα κατʼ κὰρ ῥίψε, νεὼς αἰπῆς ἀπὸ πρύμνης.
-
Ἀυτὸς δʼ ἰθύντωρ οἰήκεσιν ἀντικαθέσθη.
-
Πρȣ́τρεπε δʼ ἄνδρας, ϛρέψε τε πηδάλιον προτὶ ἀκτὰς.
-
Ὡς δʼ ὁ τέως βυθόθεν βριθὺς μόγις ἐξ ανὰ κύψεν,
-
Γηραιὸς περ ἐών τε, ῥέων τʼ ἐσθῆσι Μενόιτης,
-
Νήξατʼ ἀνὰ σκοπέλȣς, τρηχν δʼ ἐπὶ κλώμακα εἶρψε·
-
Τεῦκροι δʼ ἐξεγέλασσαν οἱ, δῦντι τε, ἠδʼ ἀναδῦντι,
-
Ἔκ τε δὲ νηξαμένῳ ἅλμην ϛομάχου ἀπεμȣ͂ντι.
-
Ἔνθα δύω λοιποῖς γῆθος τʼ ἐλπὶς τʼ ἐπενῶρτο.
-
Μνεσθέϊ, Σεργέϛῃ τε, ὑπὲρ ῥὰ Γύαντα βαλέσθαι
-
Δηθύναντά γε· χώρει ἀτὰρ πρῶτος Σεργέϛης,
-
Καὶ σκοπέλῳ δʼ ὁ πέλασσεν, ὅλῃ νεΐ δʼ ȣ̓ προβεβήκει.
-
Τῇ μὲν γὰρ προτέρει, τῇ δʼ οἱ Πρίϛις προσέριζεν.
-
Ἀλλά περ οὕς ἑτάρȣς βάσκων νηὸς διὰ μέσσης
-
Ὤτρυνε Μνεσθεὺς: νῦν, νῦν γʼ ἔγρεσθʼ ἐν κώπαις
-
Ἑκτόρεοι φίλοι, ȣ̔́ς Τροίης ἀυτός μοι ἐν οἴτῳ
-
Λέξα ὀπηδȣ̀ς· νῦν τὴν πρόσθεν δείξατε ῥώμην.
-
Νῦν μένος, ῷ πάρος ἐν Γαιτȣ́λαις Σύρτεσʼ ἐχρῆσθε,
-
Ἰονίῳ τʼ ἐν πόντῳ, ἰδʼ ἐν Μαλέας ῥοθίοισιν.
-
Οὔτοι ἐγὼ Μνεσθεὺς ἤδη τὰ πρῶτα ἀποίσειν
-
Αἰτȣ͂μʼ· ȣ̓δὲ ὕπεϛιν ἀγών μοι νῦν περὶ νίκης.
-
(Καίμὴν. . .
- 19
-
180
-
. . Ἀλλὰ γʼ ὑπέρσχοι, ὅτῳ σὺ Πόσειδον ὀπάσσαις)
-
Αἰδὼς νοϛῆσαι πυμάτȣς. Ὕμμιν πολιῆται
-
Ἥδʼ ἔϛω νίκη, τόγʼ ἐλεγχείην ἀλεεῖναι.
-
Τοὶ δʼ ἐπʼ ἀγῶνος ὅλως ἀκμὴν ἐγκείμενοι ἔσσαν.
-
Χαλκήρης τρέμε δὲ πρύμνῃ πληγαῖσι βαρείαις·
-
Σύρτο τε ȣ͂̓δας νέρθε θαλάσσης· ἆσθμʼ ἀδινὸν δὲ
-
Ε 2
-
* * *
-
Γυῖα
-
„ὁ ὑπὲρ Μαλέαν πλȣ͂ς εἰς παροιμίαν προεξηνέχθη· καὶ λόγος ἔχει τȣ̀ς
-
„ὑπὲρ Μάλειαν πλέοντας τῶν οἴκοι χρῆναι ἐπιλανθάνεσθαι.
-
. .ΤΌΓ’ ἘΛΕΓΧΕΊΗΝ ἈΛΕΕ῀ΙΝΑΙ. Τὸ ὅνειδος διαφυ-
-
Στίχ: 205. . .
-
185
-
190
-
195
-
200
-
205
-
γεῖν, τὸ ἐκ τȣ͂ ἀπολαφθῆναι πάντων καθυϛερήσαντας ἐφεψόμενον. Παρα-
-
βολώτερον Ὅμηρος τὸν Ἀντίλοχον ἐποίησεν ἐπὶ τῆς ἱπποδρομίας, τοῖς τȣ͂
-
πατρὸς ἵπποις ὁμοίως ἐπεγκελευόμενον. καὶ τῷ αὐτῷ λόγῳ προτρέποντα,
-
ὅτι τάχιϛα τρέκειν, μήποτε τῆς τȣ͂ Ἀτρείδȣ ἀπόλειφθεῖσιν ἵππȣ, θη-
-
λείας μάλιϛα ȣ̓́σης, ὄνειδος ἀυτοῖς προσγένῃται ἀναπόνιπτον. Ἰλ: Ψ. 407.
-
„Ἵππȣς δʼ Ἀτρείδαο κιχάνετε, μηδὲ λίπησθον
-
„Καρπαλίμως· μὴ σφῶϊν ἐλεγχείην καταχέυῃ
-
Στίχ: 207.
-
. . ΠΛΗΓΑ῀ΙΣΙ ΒΑΡΕΙΆΙΣ· Ταῖς ἐκ τῆς σφοδρᾶς καὶ
-
συντόνȣ κωπηλασίας.
-
Στίχ: 208. ΣΎΡΤΟ ΤΕ ῏ΟΥΔΑΣ ΝΈΡΘΕ κτ Αὐτὸ τὸ ὑφεϛὼς ὕδωρ, τὸ τῆς νηὸς
-
ἐϛὶν ἔδαφος, ἐφ’ ȣ͂̔ ἑδράζεται, καὶ κινεῖται.
-
Στίχ: Αὐτ:. .
-
. . ἎΣΘΜʼ ἈΔΙΝῸΝ ΔῈ κτ: Παραπλήσια ἐφʼ ἑτέρȣ
-
ἀγῶνος Αἴαντι συνέπιπτε, πρὸς Τρώων, τῶν παντακόθεν περιϛοικȣ́ντων
-
τε καὶ βαλλόντων καταπονȣμένῳ· Ἰλ: Π. 109.
-
„Ἀιὰ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι. καδδὲ οἱ ἱδρὼς
-
„Πάντο-