-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒΛ. Δ´.
-
Τεῦξον ὕπαιθρόν μοι νήσασα πυρὴν ἀποκεῖσθαι·
-
Ἀνδρὸς τεύχεά θʼ, ὅσσα ὃ γ’ ἐν θαλάμῳ ἀθέμιϛος
-
Κάλλιπʼ ἀναρτήσας, καὶ γʼ ἑίματα, ἀυτὸ τε λέκτρον
-
Ζεύξιον, ᾧ ῥʼ ἀπόλωλʼ, ἐπίθȣ· ἀπαλεῖψαι ἀθέσμȣ
-
Μνήματα ἀνέρος ἡ Ἱέρεια κελέυει πάντα.
-
Ὡς φαμένη σίγησʼ, ὦχρος δέ μιν εἷλε παρειὰς.
-
Οὔποτε δ’ Ἄννα νέαις τελετῇσιν κήδεα κρύπτειν
-
Αὐτοκασιγνήτην ᾠήθη, ȣ̓δὲ νόησε
-
Τάς δε λαθιφροσύνας· ȣ̓δʼ οὖν χαλεπώτερα δεῖσεν,
-
Ὧν ποτε Συγχαίȣ δεινῶν κατὰ πότμον ἐσεῖδε·
-
Τοιγὰρ ἀδελφειῇ ἠρτύνατο ὅσσα κελεύσθη.
-
Ἡ δʼ ἄρα δὴ κρείȣσα, ἐπεὶ ἀδύτοισι δόμοιο,
-
Ὧδε πυρὴ μεγάλη ἐν ὑπαίθρῳ σὺν ῥὰ νένηϛαι,
-
Πολλῶν ἐκ δαΐδων ἐυφλέκτων, ἠδέτε πρίνων,
-
Στέμμασιν ἐνταφίοις καὶ φύλλοις ϛέψατο χῶρον·
-
Ἠδʼ ἀνὰ εἵματα καὶ ξίφος, ἀνδρὸς θῆκε χαὶ εἰκῶ
-
Κεῖσθʼ ἐπὶ λέκτρȣ, ȣ̓́τι γε ἀγνὼς ἐσσομένοιο.
-
Πολλὸι δʼ ἀμφὶ πυρὴν ἔϛαν βωμοὶ περὶ κύκλω.
-
Χευαμένη δὲ κόμας γεγονὼς ἱέρεια ἀΰτει,
-
Τρὶς θʼ ἑκατὸν βροντῶσα Θεȣ̀ς, Ἔρεβος τε, Χάος τε,
-
Τριπλασίην θʼ Ἑκάτην, ἠδ Ἀρτέμιδα τριπρόσωπον.
-
Χεῦε δὲ νάματα ὡς δῆθεν πηγῆς ἀπʼ Ἀόρνȣ.
-
* * *
-
313
-
545
-
550
-
555
-
560
-
Πρὸς
-
ȣ̓ρανὸν μὲν Σεληνη, ἐπὶ γῆς δʼ Ἄρτεμις, ὑπὸ γῆν δὲ Περσεφόνη, ȣ͂̓σα ἡ
-
αὐτὴ· τάυτῃ τοι καὶ τρίμορφος, ἤ τρικὲφαλος εἰκονίζετο: Κυνός τε κε-
-
φαλὴν ἔχȣσα, καὶ Ταύρȣ, καὶ Λέοντος. Ὅθεν Πορφύριος (ἐν τῷ περὶ Ἀ-
-
ποχ. τῆς Ζωοφαγ.) διαμαρτύρεται, ὡς ἡ Ἑκάτη, Ταῦρος, Κύων, Λέαινα
-
ἀκȣ́ȣσα μᾶλλον ὑπακȣ́ει. Ἀλλὰ γὰρ Ἡσίοδος γενεαλογῶν τὰς Θεὰς διαϛέλ-
-
λει· Ἑκάτην μὲν, Τιτᾶνος τε καὶ Ἀϛερίας γενέσθαι λέγων· Ἄρτεμιν δὲ,
-
Διός τε καὶ Λητȣ͂ς· Περσεφόνην δὲ, Διὸς καὶ Δήμητρος· εἰκὸς ȣ̓ν μᾶλλον
-
τριπλάσιόν τε καὶ τρίμορφον τὴν Ἑκάτὴν ὀνομάζειν, ὡς ἐκ τῶν τῆς Σε-
-
λήνης φάσεων, καθʼ ἅς ποτὲ μὲν Μηνοειδὴς παρίϛαται, ποτὲ δὲ Διχό-
-
τομος, ποτὲ δὲ Πλησιφαὴς καὶ Ὁλόφωτος.
-
540
-
Στίχ: 561. ΧΕΥ῀Ε ΔῈ ΝΆΜΑΤΑ
-
. . Τὰς ἐν τοῖς ἐπὶ τῶν νεκρῶν
-
ἐναγισμοῖς χοὰς, ἅς καὶ χύτλα καλȣ͂σιν· οὐ γὰρ χύτλον μόνον τὸ ἐν τῷ
-
Βαλανείῳ ὑδρέλαιον, ὅπερ ἐν χρήσει ἦν τοῖς λȣομένοις.
-
Στίχ: Αὐτ: .
-
. . ὩΣ Δ῀ΗΘΕΝ ΠΗΓ῀ΗΣ ἈΠ’ ἈΌΡΝΟΥ· Ὀυκ ἀργὸν
-
ἐνταῦθα τὸ δῆθην, ὑποδηλοῖ δὲ παρεντεθὲν, ὡς ȣ̓ κυρίως ἐκ τῆς Ἀόρνȣ
-
πηγῆς ἦν ληφθὲντα τὰ προχεόμενα νάματα· πῶς γὰρ ἐξ Ἰταλίας ἐυ-
-
θὺς ἐπὶ Καρχηδόνος; Ἀλλὰ τῶν ἀπὸ τῆς Ἀόρνȣ γνησίων τε καὶ ἀληθινῶν
-
μὴ παρόντων, ἀνθυπείβάλλετο ἐν ταῖς τελεταῖς τὸ ἀνάλογον· ἐπεὶ καὶ
-
Ζώων πολλάκις τῶν εἰς θυσίαν ἀπαιτȣμένων μὴ παρόντων, τὰ καθʼ ὁμοιό-
-
τητα μορφώσεως παραπλήσια, ἤτοι ζύμῃ, ἤ κηρῷ διαπλάττοντες ἐκ τȣ͂
-
προχείρȣ ὑπετίθεντο. Ὅυτω τῆς τῶν Φερεφαττίων ἑορτῆς ἐπιϛάσης, ἀπο-
-
ρȣ͂ντες οἱ Κυζικηνὸι βοὸς μελαίνης πρὸς τὴν θυσίαν, ϛαιτίνην πλάσαντες
-
τῷ βωμῷ παρέϛησαν. (Πλȣ́τ. ἐν Βίῳ Λȣκȣ́λλȣ.) Διὰ δὴ τȣ͂το, καὶ τὸ, ἀντὶ
-
λοιπȣ͂ παρέμεινε παρὰ Βοιωτοῖς ὁ τῆς ἱερȣργίας νόμος. Ὅθεν Μήλων ὁ
-
Ἡρακλῆς, ὄνομα ἐκ τοῦ τρόπȣ τῆς θυσίας λαβὼν. (Ὀνομ. Πολυδ. Βιβλ: Α.
-
Κεφ: Α.) Εὑρήσεις δὲ ϗ παῤ Ἡσυχίῳ, ϗ παρὰ Σȣΐδα τὸ ἀυτὸ μυθάριον,
-
Βιβλ: Δ.
-
μικρὸν