-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒ. Β´.
-
Ψαυέμεν ȣ̓ θέμις, ἔς θʼ ὕδασʼ εἰν ἁγνοῖς λοεσαίμην·
-
Αὐχένα, ὧδʼ εἴπας, ἠδʼ ἐυρέα νῶτα ὑπέσχον.
-
Εἷμα δ’ ὑπερσάξας, καὶ ξανθȣ͂ δέρμα λέοντος,
-
Φόρτῳ ὑπεῖξα φίλῳ· τυτθὸς δʼ ἄρ ἐμεῖο Ἰȣ͂λος
-
Λάζετο δεξιτερῆς, ἐπὶ δ’ ἔσπετο βήμασʼ ἀνίσοις.
-
Εἴθʼ ἑξῆς ἄλοχός τε· ὑπόσκια δ’ ἤϊμεν ȣ̔́τως.
-
Ὅν δέ με δὴ πάρος, ȣ̓́τʼ ἄρ βαλλόμενʼ ἔγχεα θράττεν,
-
Οὔτέ νυ ἀντιβίην eἷλαι Δαναῶν συνιȣ͂σαι,
-
Αὖραι κατθρόεον πᾶσαι, πᾶς δ’ ἤχος ἐκίνει
-
Ἀμφίτρομον, δείδοντα ὁμῶς συνόδοις καὶ φόρτῳ.
-
Καὶ ῥὰ πυλῶσι πέλαζον, ὁδȣ͂ δʼ ἐφάμην διὰ πάσης
-
Ἐξυπαλύξαι· τῆμος ἐμοῖσι δʼ ἐπʼ ȣ̓́ασιν αἴφνης
-
Δόξε ποδῶν πάταγος προτιβάλλειν· ἠδʼ ὁ γενήτωρ,
-
Ὡς ἄῤ ἐποσσόμενος: τέκνον φύγε, ἔκλαγεν· ἆσσον
-
Ἀσπίδας αἰθȣ́σας τʼ, αἰγλήεντά τε τέυχεα λεύσσω,
-
Ἔνθʼ, ȣ̓κ οἶδʼ ὃς ἔμοι γε Θεῶν δειλῷ χαλεπαίνων,
-
Ἔκ τʼ ἔϛησε φρένας, καὶ ἐόντα νόον δʼ ἀπάμερσεν.
-
Ὡς γὰρ ἐγὼν ἀβάτοισι θέεσκον, τῆς δὲ συνήθȣς
-
Ἀτραπιτȣ͂ πλάγχθην, φεῦμοι δυϛήνῳ! Ἀκοίτη
-
Μεῖνε Κρέȣσα· τὸ δ’ εἴτʼ ἄρ τῇ μοιρήϊον ἔσκεν,
-
Ἠέθʼ ὁδȣ͂ ἀλάληται, ἀπαυδῶσʼ ἠὲ καθῆϛο,
-
Οὔμοι δῆλον· ἐμοῖσι γὰρ ȣ̓κέτι ὄμμασιν ὦπται·
-
Ὀυδʼ ἐπὶ οἰχομένης ϛραφόμην πάρος, ȣ̓δὲ συνεῖδον,
-
Πρίν κε λόφονδε Θεᾶς, σηκόν τʼ ἀρχαῖον ἱκέσθαι.
-
Ἧχι δʼ ἐπεὶ ῥὰ τέως ἐς τἀυτὸ ἀγέρμεθα πάντες,
-
Ἡ δ’ ἀπέην ἑτάρȣς τε, καὶ υἷα, καὶ ἄνδρα λαθȣ͂σα·
-
Τόν γʼ ȣ̓κ ἠτιάθην, ἔκφρων, θνητῶν τε Θεῶντε;
-
Ἠὲ τί περθομένῳ ἐνὶ ἄϛει κύντερον εἷδον;
-
Ἀσκάνιον, γενέτην τʼ Ἀγχίσην, ἠ δὲ Θεȣ́ς τε
-
* * *
-
173
-
775
-
780
-
Στίχ: 793. . .
-
. . ΤΌ Δ’ ἜΙΤ’ Ἄ᾽Ρ Τ῀ιΗ ΜΟΙΡΉΪΟΝ ἜΣΚΕΝ, Διανοȣμένῳ δ’
-
Αἰνεία, ὅπως ἄρα τῇ γυναικὶ ἀπολειφθὴναι συνέβη, ἕν τι τῶν τριῶν τȣ́-
-
των ἐπῆλθε λογίσασθαι: ἤτοι γὰρ ἐκ Μοιρῶν (φησὶν) ἀυτῇ πέπρωτο ἀπαρ-
-
θῆναι τε καὶ ἀφαντωθῆναι· ἤ τῆς ὁδȣ͂ παρατραπεῖσα πόῤῥω ἀποπεπλά-
-
νηται, καὶ ἀλῆτις περίεισν· ἤ τέως τῷ τῆς ὁδοιπορίας καμάτῳ, ἅτε δὴ
-
Στίχ: 797. ΠΡῚΝ ΚΕ ΛΌΦΟΝ ΔΕ ΘΕ῀ΑΣ, Ἦν δ’ ὁ λόφος, ὁ ῥηθεὶς (ϛίχ. 778.)
-
θρωσμὸς, ἐφʼ ȣ͂̔ ὁ παλαιὸς καὶ ἤδη ἔρημος τῆς Δήμητρος νεὼς ἵδρυτο ἔνθα
-
και ἡ θρησκευομένη Κυπάριττος ἐπεφύκει. Συμβαλεῖν δ’ ἔϛιν ἐντεῦθεν, ὡς
-
ȣ̓ πρότερον τῇ γαμετῇ προσέσχεν Αἰνείας ἀπȣ́σῃ, πρὶν ἢ ἐπὶ τὸ προτεθὲν
-
εἰς ϛαθμὸν τέρμκ ἀφίκετο
-
790
-
795
-
800
-
Παρ-
-
θῆλυς, ἐναπαυδήσασα καθέσθηπȣ, καὶ νῦν ȣ̓κ οἶδεν ὅποι τραπὴσεται.
-
785
-
Στίχ. 800. ΤῸΝ Γʼ Ο᾽ΥΚ ᾘΤΠΆΘΗΝ κτ: Σύνηθες ἀνθρώποις τὸ ἐπὶ τοῖς πλημ-
-
μελήμμασι πλημμελεῖν, ϗ ἄλλȣς ἐπαιτιᾶσθαι ἐφʼ οἷς αὐτοὶ τȣ͂ δέοντος ἁ-
-
μαρτάνȣσιν· ὀυχ ὅπως δὲ, ἀλλὰ καὶ εἰς τὸ κρεῖττον τὰ πολλὰ τολμᾷν
-
ἀναφέρειν ἁυτῶν τὸ ἀλίτημα· ὡς δὲ Αἰνείας· καίτοι συμφρονήσας ὕϛερον,
-
ἔκφρονα ἑαυτὸν γενέσθαι, ἐπειδὰν ἐκεῖνα ἐνεθυμεῖτο, διωμολόγησεν.
-
Βιβλ: Β´
-
Στίχ: