-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒ. Β´.
-
Νῦν θάνε· ὡς φάμενος, βωμȣ̀ς ἐπὶ τετρομόωντα,
-
Εἴρυσʼ ὀλιθαίνοντʼ ἐνὶ πολλῷ αἵματι υἷος.
-
Καὶ μὶν λαιῇ χειρὶ κόμης ἕλε, δεξιτερῇ δὲ,
-
Ὀξὺ ἐρυσσάμενος ξίφος, ἄχρις ἐπώσατο κώπης.
-
Τȣτὶ ῥὰ μοιράων Πριάμȣ δὴ ἔπλετο πεῖραρ,
-
Τὸν δ’ οἵ τʼ αὐτὸς πεπρωμένον ἔλλαχε κλῆρον,
-
Τροίην πρηθομένην ὀφθαλμοῖς οἷσιν ἰδέσθαι,
-
Πέργαμά τʼ ἠριπότα πρηνηδὸν· ὅς ἦν ποτʼ ἀπλήτων
-
Ἐθνῶν τε, πτολίων τʼ Ἀσίης, βασιλέυτατος αἴης.
-
Κορμὸς ἐπʼ ἀκταίης γε πελώριος ἔκ δ’ ἄρα κεῖτο,
-
Κόρση σπασθεῖσʼ ἐξ ὤμων τε, πτῶμα τʼ ἄκορσον.
-
Αἰνὴ δʼ ἄρ τῆμος πρῶτον περιέχε με φρίκη,
-
Ἐξεϛῶτα δ’ ὑπῆλθε φίλȣ εἰκὼ γενετῆρος,
-
Ἥλικα ἦμος ἄνακτα ἀπηνέϊ τρώματι εἷδον
-
Ψυχὴν ἐκπνείοντα· ὑπῆλθε Κρέȣσα δʼ ἐρήμη,
-
Πόρθησίς τʼ οἴκȣ, τυτθοῖο τε πότμος Ἰȣ́λȣ.
-
Τοιγὰρ μʼ ἀμφὶ ὅση πέρι μίμνεν πληθὺς ἀνήθρȣν·
-
Οἱ δʼ ἔλιπον πάντες δὴ τετρυμένοι, καὶ ἔραζε
-
Σφᾶς ἐπὶ κὰρ ῥίπτȣν κατὰ ἄλμενοι, ἠὲ ῥὰ οἰκτρῶς
-
Σώματα τρωθέντα φλοξὶν δηΐοισι παρεῖχον.
-
Τὼς ἄρα οἰωθεὶς, ἔνθʼ Ἑϛίη ἕδρανον εἶχε,
-
Στίχ:
-
* * *
-
157
-
595
-
600
-
Νηȣ͂
-
605
-
610
-
τὴν, ἀντὶ παντὸς τȣ͂ Τρωϊκȣ͂ Πεδίου νοητέον ἐνταῦθα, ἐφʼ οὗ ἡ πόλις Τρωὰς
-
ἐφίδρυτο. Καὶ γὰρ καὶ τὴν Ἀττικὴν ὅλην Ἀκτὴν ἐκάλουν ( Σȣΐδ:) διὰ τὸ
-
τὴν πλείω μοίραν τῆς χώρας ἐπιθαλάττιον εἷναι. Σεσημείωται δὲ (καὶ
-
Ἐῤῥίκ, Στεφ. Θησαυρ. Τόμ. Α. ϛύλ, 95.) τὴν παραθαλάσσιον χώραν ἁπ-
-
λῶς Ἀκτὴν λέγεσθαι καὶ παρʼ Ἡσυχίῳ· καὶ ταύτῃ δὴ τῇ σημασία συχ-
-
νὰ προσχρῆσθαι καὶ τὸν Συγγραφέα Ἡρόδοτον. Ὅπως ἄν οὖντις ὧδε τὴν
-
εἰρημένην Ἀκτὴν ἐκδέξαιτο, ἐκεῖνο μοι δοκȣ͂σι καλῶς συνεωρακέναι οἱ ὑ-
-
πειληφότες, ὅτι Μάρων διὰ τȣ͂ ἐπὶ τῆς Τρωϊκῆς Ἀκτῆς ἐκκειμένȣ κεφα-
-
λῆς ἄνευ Πριαμίȣ νέκυος, τὸν Πομπηΐȣ νεκρὸν ἀποσκοπήσας ὑπέμνησε,
-
τὸν ἐπὶ τῆς Αἰγυπτιακῆς Ἀκτῆς ἐκταθέντα παραπλησίως ἀκέφαλον. Πε-
-
ρὶ ȣ͂̔ ὅρα Πλȣ́ταρχον ἐν τῷ τέλει τῆς Πομπηΐȣ Βιογραφίας.
-
603. ΚΌΡΣΗ ΣΠΑΣΘΕ῀ΙΣ’ ἘΞ ὌΜΩΝ ΤΕ, ΠΤ῀ΩΜΑ Τʼ ἌΚΟΡΣΟΝ.
-
Οὐχὶ ἄκορσον εἶπε Μάρων, Σῶμα δʼ ἄνευ ὀνόματος:
-
„Αvulſum humeris caput, et ſine nomine corpus.
-
Ἔϛιγεμὴν εἰς ταυτὸ φέρον τῷ ἀνωνύμῳ τὸ ἄκορσον· καὶ τȣ͂το γὰρ ἐϛὶ κατ’
-
ἐκεῖνο, ἄσημόν τε καὶ ἀκλεές, ὡς ἀδιαγνώριϛον. Ἐκ γὰρ τῆς κεφαλῆς τί-
-
νος τὸ σῶμα διαγνωρίζεται. Ἀλλʼ εἴτις γὰρ ἀπρίξ ἔχοιτο ϗ τῆς λέξεως,
-
δύναιτʼ ἄν, καὶ τȣ͂ μέτρȣ σωζομένȣ, ὅυτως ἀποδȣ́ναι τὸ ἔπος:
-
„Ὤμοιν ἐκσπασθὲν κὰρ, σῶμα τʼ ἀνώνυμον οἶον.
-
Στίχ: 613 — 636. ΤῺΣ ἌΡΑ ὈΙΩΘΕΙΣ μτ: Καὶ παρʼ Ὁμήρῳ Ἰλ: Λ. 401.
-
„Οἰὼθη δʼ Ὀδυσεὺς δȣρικλυτὸς, ȣ̓δέτις ἀυτῷ
-
„Ἀργείων παρέμεινεν
-
Ἀλλὰ σημίωσαι, ὅτι τὰ ἀπ’ ἐντεῦθεν ἐφεξῆς: 613 — 636 τὰ ἐν μὲν τοῖς
-
Λατινικοῖς, ἔπη 22. Ἐν δὲ τῇ καθʼ ἡμᾶς τῇ δε Ἑλληνικῇ μεθερμηνέυσει,
-
24 ἀριθμȣ́μενα, ἐν Ἀντιγράφοις τισὶν ἀρχαιοτάτοις ȣ̓κ ἐμφέρεται. Φασὶ
-
δὲ παρὰ Τȣ́κκα καὶ Ὀυάρȣ, τῶν ἐπιτάγματι Αὐγȣ́ϛȣ τὰς Ὀυϊργιλίȣ
-
Ποιήσεις ἐκδεδωκότων, τὰ ἔπη ταῦτα, ἤτοι κατὰ λήθην ἀπολειφθῆναι,
-
ἤ καὶ παρʼ ἑκόντων ἐξοβελισθῆναι, διὰ τὸ τὰ ἐν αὐτοῖς ἥκιϛα ὁμολογεῖν,
-
Βιβλ: Β´