-
Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒ. Β´.
-
Ἄντυγας ἐυτροχάλȣς σειρὰς δειρῆς δʼ ἀπὸ τεῖνον.
-
Μόρσιμον ἀυτὰρ ὕπερ βαίνεσκεν ἐρείπια μῆχαρ,
-
Ἔγκυον ὅπλοις· ἀμφὶ κόροι δὲ, κόραι τʼ ἀδαμῆες
-
Μέλπον, καὶ γε κάλων ψάυειν γȣ͂ν χείρεσι γήθευν.
-
Ἵππος ἀτὰρ χώρει, μέσον αἰνὸς ἶκτο δ’ ἀνʼ Ἄςυ·
-
Ὦ ἁτὰρ! Ὦ δῶμα Θεῶν πάρος, Ἴλιος ἱρὴ!
-
Τείχεά τʼ ἐν πολέμοισιν ἐρίκλυτα Δαρδανιδάων!
-
Τετράκις ἀυτὸν ὓπερθʼ ȣ̓δὸν πυλεῶνος ἐπέϛη·
-
Τετράκις δʼ ἄρ γάϛρης ἀράβησαν τέυχεα ἐντὸς.
-
Οἱ δʼ ἐπὶ ἐγκείμεσθʼ ἀκμὴν μανικοὶ τʼ ἀλαοί τε,
-
Λευγαλέον δὲ πέλωρ ἱερὴν προτὶ εἳσαμεν ἄκρην.
-
Τόφρα δὲ Κασσάνδρη τὰ ῥά πέπρωταί ποτʼ ἐσεῖσθαι,
-
* * *
-
121
-
Χρῆσε
-
. . . Ἔκπαγλος, φοβερὸς· ἤτοι διὰ τὸ ὑπερβάλ-
-
Στίχ: 256. . . . . ΑἸΝῸΣ . .
-
λον τȣ͂ μεγέθȣς, ἢ καὶ διὰ τὸ ἀγέρωχον καὶ γαῦρον τȣ͂ ἱππείȣ μορφώ-
-
(ὁ ἐπαπειλῶν καὶ φόβον ἐμποιῶν τοῖς ὁρῶσιν.
-
Στίχ: 257. Ὦ ΠΆΤΡΗ! Ὡς περιπαθὴς ἡ ἐπιφώνησις. Τοιαύτη δὲ καὶ ἡ Ἐυριπ.
-
ἐν Μηδεία.
-
„Ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην.
-
Καὶ ἡ Τρυφιοδώρȣ ἐπὶ τȣ͂ ὧδε ὑποκειμένȣ πάθȣς. (ἐν Ἰλίȣ ἁλώσ:)
-
„Ὤμοι ἐμῶν ἀχέων! Ὤμοι πατρώϊον Ἄϛυ!
-
Θεῶν δὲ δῶμα τὸ Ἄϛυ προσείρηται, διὰ τὸ ὑπό τε Ποσειδῶνος ϗ, Ἀπόλ-
-
λωνος δεδομήσθαι, Λαομέδοντι θητευσάντων· καὶ ὅτι Ἀθηνᾶ ἐν αὐτῷ ἐθε-
-
ραπέυετο, ἦς, καὶ τὸ Διοπετὲς Παλλάδιον ἵϛατο ἐν τῇ Ἀκροπὸλει, ἀσφα-
-
λείας ἐχέγγυον· καὶ ὅτι τῶν ἐκ Τροίας τινές, οἷον Γανυμήδης, καὶ Τιθω-
-
νὸς, καὶ Δάρδανος, τοῖς ὀυρανίωσιν ἐνηρίθμηντο.
-
Στίχ: 258. ΤΕΊΧΕᾺ Τ’ ἘΝ ΠΟΛΈΜΟΙΣΙΝ ἘΡΙΚΛΥΤΑ . . . . Ἤ ὅτι Τρῶες,
-
ἐν προλαβȣ́σαις μάχαις, Μυσῶν τῶν ὁμόρων ἐπικρατέϛεροι ὤφθησαν, ἤ
-
καὶ διὰ τὸ ἐφʼ ὅλης δεκαετίας περικαθήμενον καὶ πολιορκȣ͂ν τὸ ἑλληνικὸν,
-
μετὰ συχνȣ̀ς ἀγῶνας τε καὶ πολέμȣς, τῶν Ἰλίȣ ἐπάλξεων μηδαμῶς
-
κατισχύσαι.
-
Στίχ: 259. ΤΕΤΡΆΚΙΣ ἈΥΤῸΝ ὝΠΕΡΘ’ ὈΥΔῸΝ. . . . Καί τοι γὰρ τά τε
-
ὑπέρθυρα, καὶ τὰ ἑκατέρωθεν τȣ͂ πυλῶνος κατήρειπτο, ἀλλʼ αἱ κατω-
-
τάτω φλιαὶ, καὶ οἱ τῆς πύλης βατῆρες, κατὰ χώραν ἔμενον, ἐφʼ οἷς ἐπέ-
-
ϛη προσκόψαν τετράκις τὸ εἰσελκόμενον.
-
Στίχ: 260. . .
-
. ἈΡΆΒΗΣΑΝ ΤΕΎΧΕΑ ἘΝΤῸΣ· Ἐφʼ ἑκάϛης προσκόψεως
-
σφοδροῦ τȣ͂ κραδασμȣ͂ γινομένȣ τῷ μηχανήματι, διὰ τὸ περιὸν τȣ͂ ὄγκȣ,
-
καὶ τὸ ὑπερφυὲς τȣ͂ βρίθȣς, ȣ̓κ ἦν ὅπως τὰ ἐν τῷ κύτει μὴ διασαλευ-
-
θείη κατασεισθέντα, ὥϛε ἄραβόν τινα, τȣτέϛιν ἠχὴν ἐνθροον ἀποδȣ͂ναι.
-
Στίχ: 261. ΟἹ Δ’ ἘΠῚ᾽ἘΓΚΕΊΜΕΣΘ’. .
-
. . Ὑπʼ ȣ̓κ οἶδʼ ὅτȣ τῶν Θεῶν, φη-
-
σὶ, τῶν ἐυμενῶς ἔτι τοῖς καθʼ ἡμᾶς πράγμασιν ἐπιβλεπόντων, ἡ τετραπ-
-
λῆ τȣ͂ Δȣρείȣ ἵππȣ συνέβη ϛάσις τε καὶ ὑπήχησις, ὡς ἡμᾶς ἀναλαβόν-
-
τας λογισμὸν ἐπίφρονα, ἐνταῦθα γοῦν τῆς ἐγχειρήσεως ϛῆναι. Ἀλλʼ ἡ-
-
μεῖς μαινομένος τε καὶ τυφλοῖς ἐοικότες, ἀκμὴν ἐνεμένομεν τῇ προθέσει,
-
ἄπαν τὸ ἐμποδὼν ἱϛάμενον ὑπερβῆναι σπȣδάζοντες. Ὅ τέως καὶ ἐξετελέ-
-
σαμεν, ὡς μὴ ὤφελεν! ἐπʼ αὐτῆς τῆς Ἀκροπόλεως τὸ ὀλέθριον πέλωρ
-
ἀναγαγόντες καὶ ϛήσαντες.
-
Στίχ: 263. ΤΌΦΡΑ ΔῈ ΚΑΣΣΆΝΔΡΗ κτ: Τὶ δ’ ὅτι τοῖς ἀδηλοτέροις τȣτοισὶ
-
255
-
260
-
τὸν νȣ͂ν ȣ̓ προσέσχομεν τεκμηρίοις, ὁπότε, ȣ̓δὲ τῆς Φοιβάδος Κασσάνδρας
-
τὰ ἐπηρτημένα δεινὰ ὡς ἐκ τȣ͂ Θεȣ͂ ἡμὶν προθεσσιῳδȣ́σης, οἱ δὲ ȣ̓δὲν ἐπι-
-
ϛέυομεν; ἡ μὲν γαρ, (ὡς ὁ Λυκόφ. ἐν Ἀλεξάνδρᾳ)
-
Βιβλ: Β´
-
„Ἔλυσε