-
Π. ὈΥΪΡΓ. ἈΝΕΙ. ΒΙΒ. Β´
-
Αἶψα γὰρ ἀνʼ ϛρατὸν, εὖτε φέροντες ἄγαλμα ϛῆσαν,
-
Ὄσσεε τȣ͂ δεινὼ πυρὶ λαμπετόωντι ἐΐκτην.
-
Ἱδρὼς δ’ ἁλμήεις πάντῃ διὰ γυῖα κατέῤῥει.
-
Ἡ δὲ τʼ ἐπʼ ȣ͂̓δας τρὶς γʼ ἑξῆς θόρε· (θαῦμα φατίζειν. )
-
Ἀσπίδα δὴ φορέȣσ’, ἀτὰρ ὄβροιμον ἔντρομον ἔγχος.
-
Κάλχας δʼ εἶθαρ ἄειδ’, ἄψ οἴχεσθαι διὰ πόντȣ,
-
Μηδὲ γὰρ Ἀργείοις ἠμύσειν Πέργαμα ὅπλοις,
-
Πρὶν γʼ οἰωνοπολῆσαι ἐν Ἄργεϊ δέυτερον αὗθις.
-
Πρίν τʼ ἐπαγινέμεν, ἥν πλέυσαντες Δαίμονʼ ἀπȣ͂ραν.
-
Νῦν δὲ ἐπεὶ πατρίȣς ȣ̓́ρῳ ἀφίκοντο Μυκήνας,
-
Ὅπλα τε ἀρτυνέȣσι, Θεȣ̀ς τʼ ὀπέωνας ἔχοντες,
-
Αὖθις ἀναπλεύσαντες ἑτοίμως λαῖτμα θαλάσσης,
-
Αἰφνίδιοι παρέσονται· ἐπεὶ τὰ δ’ ἀνείλετο Κάλχας,
-
Τοῦ ῥὰ παραιφασίῃ, τόδʼ ὑπὲρ τῆς Δαίμονος ἄτης,
-
Δέκελον ἱδρύσσαντο, Θεῆς χόλον ὄφῤ ἀλέωνται;
-
Τȣ͂ γʼ ἐπὶ Παλλαδίῳ ἀλιτήματος ἐξιλάσαντες
-
Ἀλλʼ ἀπέλεθρον Κάλχας ἐγεῖραι ὄτρυνε τὸν ὄγκον,
-
Δρῦς συνεπαρσαμένȣς πυργῶσαι τʼ αἰπύδμητον.
-
Στίχ.
-
Στίχ:
-
* * *
-
113
-
185
-
190
-
195
-
200
-
-
Ὧς
-
ἐλπίσι συνάπτειν τὴν μάχὴν τὸ δέυτερον. Κατὰ τόνδὲ τοίνυν τὸν παρὰ
-
Ῥωμαίοις ἀρχαῖον νόμον, καὶ ὁ Ἑλληνικὸς ἐνταῦθα ϛρατὸς πλάττεται
-
ἀπελθὼν εἰς Ἄργος, ὡς ἐκεῖσε οἰωνοπολήσων, καὶ αὗθις ἐπανελευσόμενος.
-
Σημείωσαι δὲ, ὅπως τȣ̀ς Τρῷας ὧδε πανȣργότατα περιέρχεται Σίνων,
-
θαῤῥεῖντε ἀναπείθων ἅμα, ϗ δεδιέναι· τὸ μὲν πρός γε τὸ παρὸν, τῶν πολεμίων
-
ἤδη ἐκκεχωρηκότων· τό δὲ, προς τὸ ἐπιὸν, ὡς κατὰ δεύτερον πλȣ͂ν ἐκείνων αὖ-
-
θις παρεσομένων. Διὸ καὶ ἔξω δέȣς παντὸς νῦν καθεϛῶτας, τȣ͂ μέλλον-
-
τος προνοεῖν· καὶ τὸ ἀνατεθέν τῇ Θεῷ, ἀντὶ τȣ͂ συληθέντος Παλλαδίȣ,
-
μηδʼ αὐτȣ̀ς τολμᾶν παραλύειν, ἀλλὰ παῤ ἑαυτοῖς περισώζειν, μήποτε
-
ἐπὶ τῇ καθαιρέσει τȣ͂ Ἀναθήματος προσκρȣ́σειαν καὶ ἀυτὸι τῇ Παλλάδι,
-
ἀλλʼ ἔχοιεν αὐτὸ ἐφεξῆς τῆς πόλεως ὀχύρωμα τε καὶ ἀμυντήριον.
-
196. ΤΟ῀Υ ῬᾺ ΠΑΡΑΙΦΑΣΊῌ ...
-
. . Τῇ τȣ͂ Κάλχαντος δηλονότι συμ-
-
βȣλῇ τε καὶ ὑποθήκῃ. Ὅυτω γὰρ καὶ Κόϊντος (Παραλειπ. ΙΑ. ϛίχ. 369.)
-
„Κάλχαντος δʼ ἰότητι, δαΐφρονι Τριτογενείῃ
-
„Ἵππον ἐτεκτῄναντο .
-
Καὶ ὅρα μοι ὅπως ἀντιϛοίχως ἀπήντησεν ὁ Σίνων, ἄπασι τοῖς ὑπὸ τȣ͂ Ἄνακτος
-
προτεθεῖσιν αὐτῷ ἐρωτήμασι: Τῷ ῥὰ πέλωρ ἵδρυσαν; — τȣ͂δʼ ἐννεσίῃσι;
-
— τὶ δὲ καὶ μητιόωντες; — ἦ νύτις ἐυχωλὴ τόδε; (ἀνωτ: ϛίχ. 158-160.)
-
199 ἈΛΛʼ ἈΠΈΛΕΘΡΟΝ κτ: Τȣτέϛιν ἀμέτρητον· ὅπερ ȣ̓κ ἔϛι πλέθρῳ
-
διαμετρῆσαι, ἀποφατικῶς τȣ͂ α ληφθέντος· ἤ πολύπλεθρον, τȣ͂ α νοη-
-
θέντος ἐπιτατικῶς. Δεῖ δʼ ἐν τοῖς ȣ̔́τω λεγομένοις τὸ πλέθρον ἀντὶ μέτρȣ
-
ἁπλῶς ἐκδέχεσθαι καὶ ἀορίϛως, ὀυχὶ δὲ κατὰ τὸ κυρίως καὶ κατʼ εἶδος
-
λεγόμενον πλέθρον, ὅ τὸ ἕκτον τȣ͂ ϛαδίȣ μέρος (Σȣΐδ. ἐν Λέξ.) ὑποτίθε-
-
ται εἷναι· ἤ, κατὰ τȣ̀ς Γαιοδαίτας, χωρίον τὸ μὲν μῆκος ποδ: διακοσίων
-
καὶ τεσσαράκοντα, τὸ δὲ εὗρος ἑκατὸν καὶ ἐίκοσι. (ὡς Ἑῤῥίκ. Στεφ:) Τοῦ
-
δὲ Δȣρείȣ ἵππȣ, ὃς ἀνωτέρω μὲν ( ϛίχ. 15. ) Ἶσος ὄρει καθʼ ὑπερβολὴν
-
ἐλέγετο, ἐνταῦθα δʼ ἀπέλεθρος καλεῖται, εἰσὶν οἳ (παρὰ Σερβ.) τὸ μῆ-
-
κος γενέσθαι παρέδωκαν ποδῶν εἴκοσι πρὸς τοῖς ἑκατὸν, τὸ δʼ ἔυρος Τριά-
-
κοντα· ὥϛε εἶναι τὸ μὲν μῆκος τȣ͂ ἵππȣ, ἷσον τῷ εὔρει τȣ͂ πλέθρȣ· τὸ
-
δὲ εὖρος τȣ͂ ἵππȣ, ἶσον τῷ τεταρτημορίω τȣ͂ μήκȣς τȣ́τȣ αὐτȣ͂. Τὸ δ’
-
ὕψος πόσον ἆρα; Ἀλλὰ περὶ τȣ́τȣ, ȣ̓δὲν τοι φέρονται εἰρηκότες ἐνταῦθα.
-
δῆλον μέντοι, ὅτι κατὰ τὴν τȣ͂ ζώȣ φύσιν, καὶ τὸ ὕψος ἦν, ὥς γε πρὸς
-
τὸ μῆκος, καὶ πρὸς τὸ εὗρος ἀνάλογον.
-
Βιβλ: Β´
-
Στίχ: