- Π. ὈΥΪΡΓ. ἈΙΝΕΙ. ΒΙΒ. Α´.
-
Ἰλλυρικȣ̀ς κόλπȣς εἰσδύμεναι, ἠδὲ Λιβυρνῶν
-
Σῶς χώρας μυχάτὰς, πηγῶν τʼ ἐπέχεινα Τιμάβȣ·
-
Ἐννέα ὅς ϛομάτεσσι δὶ ȣ̓́ρεος ἐκκαναχίζων,
-
Ῥήγνυται οἷα θάλασσα, ἀγροῖς δ’ ἠχῶν ἐπιβρίθει.
-
Ἀλλʼ ὅγε Παταβίȣ πόλιν εἷσεν ἐκεῖσε, καὶ ἕδρας
-
Τεύκρων, καὶ ἔθνος δ’ ὀνόμηνε, καὶ Τρώϊα ὅπλα
-
Κάτθετο, εἰρήνης νῦν δʼ ἱμερτῆς ἀπολαύει·
-
Ἄμμε δὲ σὸς γόνος, οἷσι πόλοιο ἀνάκτορα νέυεις,
-
Ναῦς ἀπολωλεκότες (φατὸν ȣ̓́τι·) μιᾶς διὰ μῆνιν,
-
Δειλοὶ νωλεμέως, ἄταις δεδόμεσθʼ ἀτλήτοις·
-
Ἀυτὰρ ἀπʼ Ἰταλίδος πόῤῥω γε σοφιȣ́μεθα γαίης.
-
Τȣ͂τʼ ἄρα ἐυσεβίης τὸ γέρας· τὼς σκῆπτρα καθίϛης;
-
Τῇ δʼ ὑπομειδιόων ῥὰ πατὴρ ἀνδρῶν τε Θεῶντε,
-
Ὄψιϊ τῇ δὴ πάντα ὑπʼ ȣ̓ρανὸν αἰθεριαζει,
-
Κῦσεν ἑὴν τε θύγατρα, ἀτὰρ προσαμείψατο τοῖα·
-
Μὴ δεῖδ’, ὦ Κυθέρεια· μένει σοῖς ἔμπεδος αἶσα.
-
Στίχ:
-
Στίχ:
-
Στίχ:
-
Η 2
- * * *
-
31
- γὰρ Ἀντηνωρ ἐκ Διὸς εἷλκε τὸ γένος, ὥσπερ, Ἀφροδίτης μεσιτευȣ̀σης,
-
Αἰνείας. Καὶ τοῖς Τρωσὶν ἄρα ἑαυτιὴν ἡ Θεὸς ἀναμίγνυσιν, ἅτε δὴ καὶ
-
αὐτὴ σὺν αὐτοῖς συναδικȣμένη, καὶ μᾶλλον ȣ̔́τως ἐκδυσωπȣσα τὸν ἱκετευό-
-
μενον. Ἄλλως τε δέ, καὶ μήτηρ ἦν· φύσει δʼ αἱ μητέρες τοῖς υἱέσι συμ-
-
πάσχȣσιν· Ὥϛε ὁ τόπος, καὶ τῇ κατὰ λόγον κρίσει, καὶ διὰ τῆς τȣ͂ πά-
-
273. ΝΑ῀ΥΣ ἈΠΟΛΩΛΕΚΌΤΕΣ κτ: Καὶ μὴν μία μόνη ναῦς ἐξ ἁπασῶν
-
ἦν ἡ ἀπολωλυῖα ἐπὶ τȣ͂ φθάσαντος κλύδωνος· ἀλλὰ τὸ σχῆμα δείνωσις
-
ἔϛίν. ἄυξει γὰρ τήν ζημίαν, ἵνα μᾶλλον δυσωπήσῃ τὸν ἐπιτρέψαντα.
-
Ἀυτ:. . .
-
270
-
275
-
εαι
-
θȣς κινήσεωϛ, ἄριϛα συγκεκρότηται εἰς πειθῶ, καὶ ῥητορικώτατα.
-
265
-
280
-
. . . ΜΙ῀ΑΣ ΔΙᾺ Μ῀ΗΝΙΝ, Σιγᾶ δὲ τȣ̓́νομα πρὸς τὸ τὲλος ἔξει-
-
πεῖν ἀποταμιεύȣσα, ὡς ἄν μὴ ἰταμῶς ἄγαν καὶ ἀνυποϛόλως κατὰ τῆς
-
Διὸϛ ἀδελφῆς ἅμα καὶ ὁμολέκτρȣ καταφερομένη, τὸν τε καὶ κάσιν ἐκεί-
-
νης καὶ πόσιν ἐκταράξασα, τῆς δεούσης πςοσοχῆς ἀποϛήσῃ τȣ͂ ἐπακȣ͂σαι
-
τὰ ἐφεξῆς εἰρησόμενα.
-
275. ἈΥΤᾺΡ ἈΠ’ ἸΤΑΛΊΔΟΣ ΠΌ᾽ΡῬΩ ΓΕ ΣΟΒΟΎΜΕΘΑ ΓΑΊΗΣ. Πα-
-
ραπλησίως Αἴας: Ἰλ: Ο 739,
-
„Ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων,
-
„Πόντῳ κεκλιμένοι, ἑκὰς ἥμεθα πατρίδος αἴηϛ.
-
Ἀλλʼ Αἴας μὲν ἤλγει τε καὶ δυσχερῶς ἔφερε τὴν ἀπὸ τῆς περιȣ́σης πατρίδος
-
ἀπόϛασιν· ἡ δὲ Κύπρις, τὴν ἀπὸ τῆς ἐλπιζομένης ἐπιμακρὸν. ἀπȣσίαν
-
τε καὶ ἄπειρξιν τῶν αὐτῆς Τρώων ἀποκλαὶεται.
-
Στίχ; 278. ὌΨΙΪ Τ῀ιΗ ΔῊ ΠΆΝΤΑ κτ: Τῷ χαροπῷ τῆς ἐυμενȣ͂ς ὄψεως, καὶ
-
τῷ φιλήματι, εἰς τὸ θαρσεῖν ὁ Ζεὺς τὴν θυγατέρα ἐνάγων, ἔτι καὶ ταῖς
-
ἐλπίσι παραμυθεῖται, προλέγων τε τὰ πάντως μετὰ ταῦτα ἐσόμενα, ϗ
-
ἐπὶ τὸ φαιδrότεrον: ἀυτὴν μεθιϛῶν. Εὖ γὰρ τὸ Σοφοκλέȣς ἐν Αἴαντι:
-
„Πᾶς σὺν Θεῷ γελᾶ τε, καὶ ὀδύρεται.
-
Στίχ: 280. ΜῊ ΔΕΙΔ Ὦ ΚΥΘΈΡΕΙΑ κτ: Ἡ Ἀφροδίτη ἀπό Κυθήρων τῆς Νήσȣ
-
οὔτως ὠνόμαϛαι· καθάπερῦν καὶ Κύπρις, καὶ Κυπρογένεια, ἀπὸ τῆς Νή-
-
σȣ Κύπρȣ· και Παφίη δέ, ἀπὸ τῆς ἐν τῇ ἀυτῇ νήσῳ πόλεως Πάφȣ Τὰ
-
δὲ Κύθηρα ( τόγε νῦν χυδαϊϛὶ Cerigo· Κερίγο· ) Νήσος ἐϛὶ καὶ Πόλις
-
ὁμώνυμος, ȣ̓ πάνυ πόῤῥω τῆς Κρήτης, ἐν τῷ Μυρτώῳ πελάγει κειμένη.
-
ἧς κατʼ ἄντικρυ τὸ ἐπὶ τῆς Πελοποννήσȣ ἀκρωτήριον ἡ Μαλέα· Ἐπὶ γουν
-
κύψασαν, κᾀντεύθεν αὖθις εἰς Κύπρον περαιωθῆναι.
- Στίχ: