-
37
-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
ενἀντίον παρεγένετο, τῶν γονάτων, εἴπως αὐτοῦ φεί-
-
σαιτο, εἰληφὼς, καὶ ζῶντα ἐάσειε, μηδὲ ἀποκτείνειεν
- τὴν ὁμοῖαν ἡλικίαν οἰκτείρας· ὁ μωρὸς καὶ ἀνόητος, οὐ-
- δὲ τοῦτο ἠπίϛατο, ὅτι οὐκ ἤμελλε πείθεσθαι, οὐ γὰρ
-
τι ἦν ἀνὴρ προσηνής τε (ἀνειμένος τῇ ψυχῇ) καὶ εὔκο-
-
λος, οὐδὲ πρᾷος, ἀλλὰ πάνυ ἐνθουσιῶν (ἰταμὸς)· ὁ μὲν
- γὰρ ἥπτετο ταῖς χερσὶ τῶν γονάτων, ἐφιέμενος ἱκετεῦ-
- σαι, οὗτος δὲ τῷ ξίφει ἔπληξε κατὰ τὸ ἧπαρ, ἐξέ-
- πεσε δὲ τὸ ἧπαρ αὐτοῦ, αἷμα δὲ μέλαν τὸν ἑαυτοῦ
- κόλπον κατενέπλησε, τοῦτον δὲ σκότος κατ’ ὀφθαλμοὺς
- περιεκάλυψε ψυχῆς ϛερισκόμενον· οὗτος δὲ τὸν Μόλιον
- ἔτρωσε παραγενόμενος δόρατι κατὰ τὸ οὖς, εὐθέως δὲ
- διὰ τοῦ ὠτὸς διῆλθε τοῦ ἑτέρου ἡ σιδηρὰ ἐπιδορατίς.
- αὐτὸς δὲ Ἔχεκλον τὸν υἱὸν τȣ͂ Ἀγήιορος ἔπληξετῷ ξί-
- φει...... κατὰ τὸ μέσον τῆς κεφαλῆς, πᾶν δὲ τὸ ξίφος
- λιαρὸν γέγονε τῷ αἵματι, τοῦτον δὲ κατ’ ὀφθαλμοὺς
- ἔλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ μοῖρα. τὸν
-
Δευκαλίωνα δὲ μετὰ ταῦτα, ὅπου συνδοῦσιν αἱ ἀπο-
-
νευρώσεις τῶν μυῶν τοῦ ἀγκῶνος, ἐνταῦθα αὐτὸν διὰ
- τῆς αγαπητης χειρὸς διωβέλισεν ἡ σιδηρὰ ἐπιδορατὶς,
- οὗτος δὲ παρέμενεν αὐτὸν βεβαρυμένος τὴν χεῖρα, ἔμ-
- προσθεν ὁρῶν τὸν θάνατον· ὁδὲ ξίφει τὸν τράχηλον πηή-
-
ξας, πόῤῥω σὺν τῇ περικεφαλαίᾳ τὴν κεφαλὴν ἔῤῥιψεν,
- ὁ μυελὸς δὲ τῶν σφονδύλων ἐνέπεσεν, οὗτος δὲ κατὰ
- γῇ ἔκειτο ἐκτεταμένος. Αυτὸς δὲ ὥρμησε πορεύεσθαι
- ἐπὶ τὸν ἀμώμητον ὑιὸν τοῦ Πείρου τὸν Ῥίγμον, ὅστις
- ἐκ τῆς Θρᾴκης τῆς εὐγείου ἀφίκετο, τοῦτον ἔτρωσε κα-
- τὰ τὸ μέσον τῷ δόρατι, ἐνεπάγη δὲ εἰς τὸν πνεύμονα
- ὁ σίδηρος, κατέπεσε δὲ ἐκ τοῦ ὀχήματος. οὗτος δὲ Ἀ-
-
ρηΐθεον τὸν θεράποντα στρέψαντα εἰς τοὐπίσω τοὺς ἵπ-
- ποὺς κατὰ τὸ μετάφρενον δόρατι ὀξεῖ ἔτρωσε, κατέῤῥι-
-
ψε δὲ ἀπὸ τοῦ δίφρου, ἐταράχθησαν δὲ οἱ ἵπποι. ὥσ-
-
περ δὲ ἐνθουσιᾷ τὸ θεσπεσίως καιόμενον πῦρ κατὰ τὰ
- βαθέα κοῖλα τοῦ καταξέρου ὄρους, τὰ μεγάλα δὲ καὶ
- πυκνὰ δένδρα καίονται, καὶ πάντοσε ταράσσων ὁ ἄνε-