-
36
-
ΙΛΙΑΔΟΣ Υ.
-
Εἴπως εὗ πεφίδοιτο, λαβὼν, καὶ ζωὸν ἀφείη,
-
Μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας·
-
465 Νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν .
-
Οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν, οὐδʼ ἀγανόφρων,
-
Ἀλλὰ μάλʼ ἐμμεμαώς· ὁ μὲν ἥπτετο χείρεσι γούνων,
-
Ἰέμενος λίσσεσθʼ, ὁ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·
-
Ἐκ δέ οἱ ἧπαρ ὄλισθεν , ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ
-
470 Κόλπον ἐνέπλησεν, τὸν δὲ σκότος ὄσσε κάλυψε,
-
Θυμοῦ δευόμενον· ὁ δὲ Μούλιον οὖτα παραστὰς
-
Δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο
-
Αἰχμὴ χαλκείη· ὁ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον
-
Μέσσην κακκεφαλὴν ξίφει ἤλασε κωπήεντι.
-
475 Πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε
-
Ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
-
Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες
-
Ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
-
Αἰχμὴ χαλκείη· ὁ δέ μιν μένε χεῖρα βαρυνθεὶς,
-
480 Πρόσθʼ ὁρόων θάνατον· ὁ δὲ φασγάνῳ αὐχένα θείνας,
-
Τῆλʼ αὐτῇ πήληκι κάρη βάλε, μυελὸς αὖτε
-
Σφονδυλίων ἔκπαλθʼ· ὁ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς·
-
Αὐτὰρ ὁ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν,
-
Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·
-
485 Τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν πνέυμονι χαλκός,
-
Ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα,
-
Ἂψ ἵππους στρέψαντα, μετάφρενον ὀξέϊ δουρὶ
-
Νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.
-
Ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ
-
490 Οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,