-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
35
-
εἶ, ἐγὼ δὲ πολλῷ ἥττων σοῦ· ἀλλὰ ταῦτα μὲν ἐν τοῖς
-
γόνασι ( τῇ δυνάμει) τῶν θεῶν κεῖνται, ἐάν σε καίπερ
-
ἥττων ὑπάρχων, ὅμως ἀφέλωμαι τὴν ψυχὴν τρώσας
-
τῷ δόρατι· ἐπειδὴ καὶ τὸ ἐμὸν βέλος ὀξὺ καὶ τμητικόν
-
ἐϛιν ἔμπροσθεν. Εἶπε δὴ, καὶ ἀνασείσας αφῆκε τὸ
-
δόρυ, καὶ τοῦτό γε ἡ Ἀθηνᾶ πνοῇ καὶ ορμῇ ἀέρος, ἐπι
-
τὸ ἕτερον μέρος τοῦ ἐνδόξου Ἀχιλλέως ἔτρεψεν, ὅ ἐϛι
-
τὸ ἐναντίον, ἡσύχως ἡρέμα κοῦφον ποιήσασα ( ἐξανε-
- μίσασα )· τοῦτο δὲ εἰς τοὐπίσω ἠνέχθη πρὸς τὸ ἐνδο-
-
ξότατον Ἕκτορα, ἔπεσε δὲ ἔμπροσθεν τῶν ποδῶν αὐ-
-
τοῦ· Ἀχιλλεὺς δ̀ ἐῤῥωμένος καὶ προθυμούμενος ἐφώρ-
-
μησεν ἀποκτεῖναι ἐφιέμενος, καταπληκτικῶς βοῶν· τοῦ-
-
τον δὲ ἀφείλετο ὁ Ἀπολλων πάνυ ῥᾳδίως καθάπερ θεὸς,
-
συνεκάλυψε δε ἀέρι πολλῷ, καὶ ὀμίχλῃ ὥϛε μὴ ορᾶ-
-
σθαι Τρὶς μὲν οὖν ἐφώρμησεν ὁ ταχύπους ἐνδοξότα-
-
τος Ἀχιλλεὺς σὺν τῷ σιδηρῷ δόρατι, τρὶς δὲ ἔτυψε
-
τὸν βαθὺν ἀέρα. ἀλλʼ ὁπηνίκα δὴ τὸ τέταρτον ἐφώρμη-
-
σεν ὅμοιος θεῷ, φοβερῶς βοησας, λόγους ταχεῖς ἔλεγεν·
-
Ἐξέφυγες νῦν πάλιν τὸν θάνατον, ὦ κύον, ὄντως που
-
ἐγγὺς παρεγένετό σοι τὸ δεινὸν, νῦν δέ σε ἔσωσεν ὁ
-
λαμπρὸς Ἀπόλλων, ᾧτινι ἔοικας εὔχεσθαι ἐρχόμενος
-
εἰς τὸν κτύπον τῶν δοράτων, ἤγουν εἰς τὸν πόλεμον. ὄν-
-
τως που κατεργάσομαί σε, καὶ μετα ταῦτα συναντή-
-
σας, εἴ τις που τῶν θεῶν κάμοί ἐϛι βοηθός· νῦν δε τοὺς
-
ἄλλους ἐπιδιώξομαι, ὃν ἂν καταλάβω Οὕτως εἰπὼν
-
τὸν Δρύοπα ἔτρωσε κατὰ τὸ μέσον τοῦ αὐχένος δορατι,
-
κατέπεσε δὲ ἔμπροσθεν τῶν ποδῶν. οὗτος δὲ τοῦτον
-
μὲν κατέλιπε, Δημοῦχον δὲ τὸν ὑιὸν τοῦ Φιλητορος τὸν
-
εὐμεγέθη τε καὶ γενναῖον τρώσας τῷ δόρατι κατὰ τὸ
-
γόνυ διεκώλυσε καὶ κατέσχε· Τοῦτον μὲν οὖν πλήττων
-
ξίφει μεγάλῳ ἀφῃρεῖτο τὴν ψυχήν· οὗτος δὲ Λαόγονον
-
καὶ Δάρδανον τοὺς ὑιοὺς τοῦ Βίαντος ἀμφοτέρους ἐφορ-
-
μήσας, ἐκ τῶν ἵππων ὠθήσας ἔῤῥιψεν ἐπὶ τὴν γῆν, τὸν
-
μὲν τρώσας τῷ δόρατι. τὸν δὲ πλήξας ἐκ τοῦ σύνεγγυς
-
τῷ ξίφει. τὸν Τρῷα δὲ τὸν ὑιὸν τοῦ Ἀλάϛορος, ὁ μὲν