-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
33
-
τῷ δόρατι ἐπὶ τὸν ἰσόθεον Πολύδωρον τὸν ὑιὸν τοῦ Πριά-
-
μου, τοῦτον δὲ οὐδαμῶς ἀφίη ὁ πατὴρ πολεμεῖν, διότι
-
ἐν τοῖς ὑιοις νεωτατος ἦν αὐτῷ τῇ γενέσει, καὶ φιλτα-
-
-
τος αυτῷ ἦν, τοῖς ποσὶ δὲ ἅπαντας ἐνίκα. τότε τοίνυν
-
μωρία καὶ ανοησιᾳ τὴν τῶν ποδῶν ἀρετὴν ἐπιδεικνύμε-
-
νος, ἔτρεχε διὰ τῶν προταγωνιϛῶν, ἔως ἀπώλεσε τὴν
-
ἀγαπητὴν ψυχήν· τοῦτον ἔτρωσε κατὰ τὸ μέσον δόρατι
-
ὁ ταχύπους ἐνδοξότατος Ἀχιλλεὺς τὰ νῶτα παρακλί-
-
νοντα, ὅπου οἰ τῆς θωρακίτιδος ζώνης ὀχεῖς (συνεκτικοὶ
-
ἱμάντες, κρίκοι) οἱ χρυσοῖ συνεῖχον, καὶ ὁ θώραξ συν-
-
ήρχετο, καὶ συνεκάλυπτε διπλοῦς· ἀπαντικρὺ δὲ πα-
-
ρὰ τὸν ὀμφαλὸν διῆλθεν ἡ ἐπιδορατὶς τοῦ ἀκοντίου,
-
ἔπεσε δὲ ἐπὶ τὰ γόνατα μεγάλως ϛενάξας, νεφέλη δὲ
-
αὐτὸν περιεκάλυψε μέλαινα, πρὸς ἑαυτὸν δὲ ἀποκλι-
-
θεὶς ἔλαβε τὰ ἔντερα ταῖς χερσίν. Ὁ Ἕκτωρ δὲ ἐπειδὴ
-
ἐθεάσατο τὸν ἀδελφον Πολυδωρον τὰ ἔντερα κρατοῦντα
-
ταῖς χερσὶν, ἐξηπλωμένον (ἀσπαίροντα) ἐπὶ τῆς γῆς,
-
κατὰ τῶν ὀφθαλμῶν αὐτοῦ ἐπεχύθη ὁμίχλη, οὐδὲ
-
ὑπέμεινεν ἐπὶ πόλυ πόῤῥω που ἀναϛρέφεσθαι, ἀλλὰ
-
κατεναντίον ἦλθε τοῦ Ἀχιλλέως, τὸ τμητικὸν δόρυ σεί-
-
ων, ὅμοιος φλογί· ὁ Ἀχιλλεὺς δὲ ὅτε εθεάσατο, εὐ-
-
θέως ανεπήδησε καὶ καυχώμενος λόγον ἔλεγε. Πλησίον
-
ἐϛὶν ὁ ἀνὴρ ὅς μάλιστα τὴν(ῆς) ἐμήν(ῆς) γε ψυχὴν (ἦς)
-
ἐκηλίδωσεν (ἐλύπησεν, καθήψατο), ὅς μοι τὸν αγαπητὸν
-
καὶ τετιμημένον φίλον ἀπέκτεινεν· οὐδὲ τοῦ λοιποῦ ἐπὶ
-
πολὺ φοβηθείημεν ἂν αλλήλους κατὰ τὰς διαστάσεις
-
τοῦ πολέμου (τὰ διαϛήματα τὰ μεταξὺ τῶν στάσεων).
-
Εἶπε· καὶ δεινῶς ὑποβλεψάμενος ἔλεγε πρὸς τὸν ἐν-
-
δοξότατον Ἕκτορα· Πλησίον ἐλθὲ, ὅπως ἂν τάχιον κα-
-
ταλάβῃς τὰ πέρατα τοῦ θανάτου. Πρὸς τοῦτον δὲ οὐ
-
φοβηθεὶς εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν
-
Ἕκτωρ· Ὧ ὑιὲ τοῦ Πηλέως, μή με δὴ ῥήμασιν ὥσπερ
-
νήπιον καὶ ἄφρονα ἔλπιζε ἐκφοβήσειν, ἐπειδὴ φανερῶς
-
ἐπίϛαμαι καὶ ἐγὼ καὶ λοιδωρίας, καὶ τὰς παρὰ τὸ πρέ-
-
πον ἀπειλὰς εἰπεῖν· ἐπίϛαμαι δὲ ὅτι σὺ μὲν ἀνδρεῖος
- VOL. IV.