-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
31
-
κα ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ φθεγξαμένου. ὁ Ἀχιλ-
-
λεὺς δὲ τοῖς Τρῳσὶν ἐφώρμησε κατὰ διάνοιαν ἐνδεδυ-
-
μένος ἰσχὺν καταπληκτικῶς βοῶν, πρώτως δὲ ἀνεῖλεν
-
Ἰφιτίωνα, τὸν ἀνδρεῖον ὑιὸν Ὀτρυντέως, πολλῶν λαῶν
-
ἡγεμόνα, ὃν ἕτεκεν ἡ Ναῒς ἡ νύμφη τῷ Ὀτρυντεῖ τῷ
-
τὰς πόλεις πορθοῦντι, ὑπὸ τῷ χιονοβλήτῳΤμώλῳ ὄρει
-
τῆς Λυδίας, ἐν τῷ λιπαρῷ καὶ πλουσίῳ δήμῳ τῆς Ὕ-
-
λης. τοῦτον εὐθὺ προθύμως ὁρμῶντα ἔβαλε δόρατι
-
ὁ ἐνδοξότατος Ἀχιλλεὺς κατὰ τὸ μέσον τῆς κεφαλῆς
-
αὕτη δὲ εἰς δύο πᾶσα ἐσχίσθη, ἐψόφησε δὲ καταπε-
-
σών· οὗτος δὲ ἐπεκαυχήσατο ὁ ἐνδοξότατος Ἀχιλλεύς·
-
Τέθνηκας, ὦ ὑιὲ τοῦ Ὀτρυντιέως φοβερώτατε πάντων
-
τῶν ἀνδρῶν, ἐνταῦθα σοὶ μὲν ὁ θάνατος, τὸ γένος δέ
-
σοί ἐϛι παρὰ τῇ λίμνῃ τῇ Γυγαίᾳ, ὅπȣ σοι ἀγρὸς πα-
-
τρικός ἐστι παρὰ τῷ ποταμῷ Ὕλῳ τὸ πλῆθος ἰχθύων
-
ἔχοντι, καὶ τῷ Ἕρμῳ τῷ συστροφὰς ῥευμάτων ποιȣ͂ν-
-
τι. Οὕτως εἶπεν ἐπικαυχώμενος, τοῦτον δὲ σκότος
-
κατʼ ὀφθαλμοὺς ἐκάλυψε· τοῦτον μὲν οὖν οἱ τῶν Ἑλ-
-
λήνων ἵπποι τοῖς τροχοῖς διέκοπτον ἐν τῇ πρώτῃ μά-
-
χῃ· οὗτος δὲ ἐπʼ αὐτῷ Δημολέοντᾳ ἀγαθὸν βοηθὸν τȣ͂
-
πολέμου, ὑιὸν τοῦ Ἀντήνορος, ἔτρωσε κατὰ τὸν μή-
-
νιγκα, διὰ τοῦ κράνους τοῦ καλύμματος σιδηροῦ τῶν
-
παρειῶν ἔχοντος, οὐδʼ ἄρα τὸ σιδηροῦν κράνος ἐπέ-
-
σχεν, ἀλλὰ διʼ αὐτοῦ ἡ ἐπιδορατὶς ἐφορμῶσα συνέ-
-
τριψε τὸ ὀστοῦν, ὁ ἐγκέφαλος δὲ ἅπας ἐντὸς ἐμολύν-
-
θη τῷ αἵματι, ἀπέκτεινε δὲ αὐτὸν προθυμούμενον.
-
Τὸν Ἱπποδάμαντα δὲ μετὰ ταῦτα ἐκ τῶν ἵππων ὁρμή-
-
σαντα, ἔμπροσθεν ἑαυτοῦ φεύγοντα ἔτρωσε τῷ δόρατι
-
κατὰ τὸ μετάφρενον, οὗτος δὲ τὴν ψυχὴν ἠφίει καὶ
-
ἐξέπνει, καὶ ἐμυκᾶτο ὥσπερ ὅτε ταῦρος ἐμυκᾶτο ἑλ-
-
κόμενος περὶ τὸν Ἑλικώνιον βασιλέα, ἤγουν τὸν Πο-
-
σειδῶνα τὸν ἐν Ἑλικῶνι τῷ ὄρει, ἢ ἐν Ἑλίκῃ τιμώμε-
-
νον τῇ νήσῳ, τῶν νέων ἑλκόντων, τέρπεται δὲ τούτοις
-
ὁ σείων τὴν γῆν. οὕτω δὴ τοῦτον μυκώμενον κατέλιπε
-
κατὰ τὰ ὀϛᾶ ἡ ἀνδρεία ψυχή. οὗτος δὲ ὥρμησε σὺν