-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
29
-
εναντίας ἐπελθών. Εἶπε, καὶ ἐπὶ τὰς τάξεις ἐπή-
-
δησε, παρεκελεύετο δὲ ἑκάστῳ ἀνδρί· Μηκέτι νῦν
-
πόῤῥω τῶν Τρῴων ἵστασθε, ὦ ἔνδοξοι Ἕλληνες, ἀλ-
-
λʼ ἄγε ἀνὴρ κατʼ ἀνδρὸς ἐπελθέτω, προθυμείσθω δὲ
-
πολεμεῖν· χαλεπὸν δέ μοί ἐστι καίπερ ἰσχυρῷ ὄντι
-
τοσούτους ἀνθρώπους διώκειν, και πᾶσι πολεμεῖν,
-
οὐδʼ ἂν Ἄρης, ὅστις ἐστὶ θεὸς ἄφθαρτος, οὐδʼ ἂν ἡ
-
Ἀθηνᾶ κατεπείγοι ϛόμα τοσαύτης μάχης, καὶ μά-
-
χοιτο. ἀλλʼ ὅσον μὲν ἐγὼ δύναμαι καὶ χερσὶ καὶ πο-
-
σὶ, καὶ δυνάμει, οὐκ οἴομαι τοῦ λοιποῦ ἀμελήσειν,
-
οὐδʼ ἐπʼ ὁλίγον, ἀλλὰ πάνυ διὰ τῆς τάξεως ὁρμήσω
-
διόλου, οὐδέ τινα οἴομαι τῶν Τρῴων εὐφρανθήσεσθαι,
-
ὅστις ἂν ἐγγὺς τοῦ δόρατος παραγένοιτο. Οὕτως εἶ-
-
πε παρορμῶν· τοῖς Τρῳσὶ δὲ ὁ λαμπρὸς Ἕκτωρ παρ-
-
εκελεύετο ἀπειλήσας ( βοήσας ), εἶπε δὲ χωρεῖν ἐν-
-
αντίον τοῦ Ἀχιλλέως· Ὦ Τρῷες μεγαλόψυχοι καὶ
-
γενναῖοι, μὴ φοβεῖσθε τὸν ὑιὸν τοῦ Πηλέως· καὶ ἐγὼ
-
λόγοις καὶ τοῖς ἀθανάτοις θεοῖς πολεμοίην ἂν, τῷ
-
δόρατι δὲ χαλεπόν ἐστιν, ἐπειδὴ πολλῷ ἰσχυρότεροι
-
ὑπάρχουσιν, οὐδὲ ὁ Ἀχιλλεὺς ἅπασι τοῖς λόγοις ἐπι-
-
θήσει τέλος, ἀλλὰ τὸ μὲν τελέσει, τὸ δὲ καὶ μεταξὺ
-
κολύσει. τούτῳ δʼ ἐγὼ κατεναντίον ἐπελεύσομαι, καὶ
-
εἱ τῷ πυρὶ κατὰ δύναμιν ὅμοιός ἐστι, καὶ εἰ τῷ πυρὶ
-
κατὰ δύναμιν ὅμοιος, κατὰ τὴν προθυμίαν δὲ τῷ λαμ-
-
πρῷ σιδήρῳ. Οὕτως εἶπε παρορμῶν· οὗτοι δὲ κατεναν-
-
τίον τὰ δόρατα ᾖραν οἱ Τρῷες, τούτων δὲ ὁμοῦ συνέ-
-
μιξεν ἡ ἰσχύς τε καὶ εὐτολμία, διηγέρθη δὲ βοή·
-
καὶ τότε δὴ παραγενόμενος Ἀπόλλων ὁ καθαρὸς, εἶπε
-
πρὸς τὸν Ἕκτορα· Ὦ Ἕκτορ μηκέτι (μηδκμῶς) πάνυ
-
τῷ Ἀχιλλεῖ προμάχει καὶ πρὸ τῶν ἄλλων πολέ-
-
μει, ἀλλὰ κατὰ τὸ πλῆθος, καὶ σὺν τοῖς ἄλλοις,
-
καὶ ἔξω τοῦ κλόνου καὶ τῆς συϛροφῆς αὐτὸν ἐκδέχου,
-
μήπως σὲ ἢ πόῤῥωθεν τρώσῃ τῷ δόρατι, ἢ ἐκ τοῦ σύν-
-
εγγυς πλήξῃ τῷ ξίφει· Οὕτως εἱπεν. ὁ Ἕκτωρ δὲ αὖ-
-
θις εἰσῆλθεν εἰς τὴν τάξιν τῶν ἀνδρῶν φοβηθεὶς, ἡνί-