-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
27
-
σθεν τῶν ποδῶν τοῦ Ἀχιλλέως· τὸν Αἰνείαν δὲ ἔφε-
-
ρεν ἀπὸ τῆς γῆς εἰς ὕψος ᾄρας καὶ κουφίσας. πολλὰς
-
δὲ τάξεις ἡρώων, πολλὰς δὲ καὶ ἵππων ὁ Αἰνείας
-
ὑπερεπήδησε καὶ ὐπερέβη ἀπὸ τῆς χειρὸς τοῦ θεοῦ
-
ὁρμήσας· ἀφίκετο δὲ εἰς τὸ ἔσχατον μέρος τοῦ πο-
-
λυορμήτου πολέμου, ἔνθα δὴ οἱ Καύκωνες εἰς τὸν
-
πόλεμον καθωπλίζοντο. τούτῳ δὲ παρεγένετο πάνυ
-
ἐγγὺς Ποσειδῶν ὁ σείων τὴν γῆν, καὶ φωνήσας, λό-
-
γους ταχεῖς ἔλεγε πρὸς αὐτόν· Ὦ Αἰνεία, τίς δή
-
σε τῶν θεῶν οὕτως ἀφραίνοντα (ἀφροντιστοῦντα) προ-
-
τρέπει ἐναντίον τοῦ μεγαλοψύχου ὑιοῦ τοῦ Πηλέως
-
πολεμεῖν, ὅστις ἅμα κρείττων (ἰσχυρότερος) σοῦ καὶ
-
φίλτερος τοῖς ἀθανάτοις θεοῖς ὑπάρχει· ἀλλʼ ἀνα-
-
χώρησον, ὅταν αὐτῷ ἀπροοράτως συμβάλῃς, μήπως
-
καὶ παρὰ τὸ εἱμαρμένον ἀπέλθῃς εἰς τὸν οἶκον τοῦ
-
Ἅιδου. ἐπειδὰν δὲ ὁ Ἀχιλλεὺς τὸν θάνατον και τὸν
-
μόρον ἐπιδέξηται, θαῤῥήσας δὴ μετὰ ταῦτα ἐν τοῖς
-
πρωταγωνισταῖς μάχου, οὐδεὶς γάρ σε ἄλλος τῶν
-
Ἑλλήνων ἀποκτενεῖ. Οὕτως εἰπὼν κατέλιπεν αὐτὸν
-
αὐτόθι, ἐπειδὴ πάντα ἐδήλωσε. ταχέως δὲ μετέπ-
-
ειτα ἀπὸ τῶν ὀφθαλμῶν τοῦ Ἀχιλλέως διέλυσε
-
καὶ ἠφάνισε τὴν ὀμίχλην τὴν θαυμαστὴν, οὗτος δὲ
-
μετὰ ταῦτα μεγάλως κατεῖδε τοῖς ὀφθαλμοῖς, στε-
-
νάξας δʼ ἄρα εἶπε πρὸς τὴν ἑαυτοῦ μεγαλόφρονα ψυ-
-
χήν· Φεῦ φεῦ ὄντως μέγα θαῦμα τοῦτο θεῶμαι
-
τοῖς ὀφθαλμοῖς, τὸ μὲν δόρυ τοῦτο κεῖται ἐπι τῆς
-
γῆς, οὐδαμῶς δὲ τὸν ἄνδρα ὁρῶ, ᾦτινι ἐφῆκα, ἀ-
-
ποκτεῖναι προθυμούμενος. ὄντως δὴ καὶ ὁ Αἰνείας φί-
-
λος τοῖς ἀθανάτοις θεοῖς ἦν, ἐγὼ δὲ αὐτὸν ᾠήθην
-
μάτην οὕτως καυχᾶσθαι· ἀπίτω μετὰ φθορᾶς, οὐ
-
αὐτῷ προθυμία τοῦ λοιποῦ πειραθῆναι ἐμοῦ ἔσται,
-
ὅστις καὶ νῦν ἀσμένως καὶ ἡδέως ἔφυγεν ἐκ τοῦ θα-
-
νάτου. ἀλλʼ ἄγε δὴ τοῖς πολεμικοῖς Ἕλλησι πα-
-
ρακελευσάμενος τῶν ἄλλων Τρῴων πειράσωμαι ἐξ-