-
25
-
λωνος, ὁ εὐήθης· οὐ γάρ τι αὐτῷ ἀποσοβήσει τὸν χα-
-
λεπὸν θάνατον. ἀλλὰ τί δὴ οὗτος νῦν ἀθῶος λύπας
-
καὶ ὀδύνας πάσχει ματαίως ἕνεκα θλίψεων ἀλλοτρί-
-
ων, χαρίεντα δὲ ἀεὶ δῶρα τοῖς θεοῖς ἀναφέρει, οἳ
-
τὸν πλατὺν καὶ μέγαν οὐρανὸν κατοικοῦσιν; ἀλλʼ ἄ-
-
γετε ἡμεῖς γε αὐτὸν ἀπὸ τοῦ θανάτου ῥυσώμεθα, μή-
-
πως καὶ ὁ ὑιὸς τοῦ Κρόνου ὀργισθῇ, ἐὰν ὁ Ἀχιλλεὺς
-
αὐτὸν ἀποκτείνῃ, εἱμαρμένον γάρ ἐστιν αὐτῷ ἐκφυ-
-
γεῖν, ὅπως μὴ ἄγονος καὶ ἀφανὴς διαφθαρείη ἡ γενεὰ
-
τοῦ Δαρδάνου, ὃν ὁ ὑιὸς τοῦ Κρόνου μᾶλλον τῶν ἄλ-
-
λων ἁπάντων ὑιῶν ἐφίλησεν, οἳ ἐξ ἑαυτοῦ ἐγεννή-
-
θησαν, καὶ γυναικῶν φθαρτῶν· ἤδη γὰρ τὴν ενεὰν
-
τοῦ Πριάμου ἐμίσησεν ὁ ὑιὸς τοῦ Κρόνου. νῦν δὲ δὴ
-
ἡ τοῦ Αἰνείου ἰσχὺς βασιλεύσει τῶν Τρῴων, καὶ οἱ
-
ὑιοὶ τῶν ὑιῶν, οἳ ἂν καὶ γεννηθῶσι μετὰ ταῦτα.
-
Πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ἡ εὐόφθαλμος
-
σεβαστὴ Ἥρα· Ὦ κινητὰ γῆς, σὺ αὐτὸς ἐν τῇ σῇ
-
διανοίᾳ νόησον, ὅπως ἢ σώσῃς τὸν Αἰνείαν, ἢ κατα-
-
λίπῃς· ἡμεῖς μὲν γὰρ πολλοὺς ὅρκους ὠμόσαμεν ἐν
-
πᾶσι τοῖς ἀθανάτοις θεοῖς, ἐγὼ καὶ ἡ πολεμικὴ Ἀ-
-
θηνᾶ, μηδέποτε τοῖς Τρῳσὶν ἀποσοβήσειν τὴν κακὴν
-
ἡμέραν βοηθοῦσαι αὐτοῖς, μηδὲ ὅταν ἡ Τροία κατα-
-
καίηται πᾶσα, πυρὶ καυστικῷ καὶ ἀναλωτικῷ καιομέ-
-
νη, καίωσι δὲ αὐτὴν οἱ πολεμικοὶ ὑιοὶ τῶν Ἑλλή-
-
νων. Ἑπειδὴ δὲ τοῦτο ἤκουσε Ποσειδῶν ὁ σείων τὴν
-
γῆν, ὥρμησε πορεύεσθαι εἰς τὸν πόλεμον, καὶ εἰς
-
τὴν ταραχὴν τῶν δοράτων· ἀφίκετο δὲ ὅπου ὁ Αἰνείας
-
καὶ ὁ ἔνδοξος ἦν Ἀχιλλεὺς, καὶ παραχρῆμα τούτῳ
-
μὲν κατέχεεν ἐπὶ τοὺς ὀφθαλμοὺς ὀμίχλην τῷ Ἀχιλ-
-
λεῖ τῷ ὑιῷ τοῦ Πηλέως· αὐτὸς δὲ τὴν καλὸν σίδηρον
-
ἔχουσαν μελίαν ἐξείλκυσεν ἐκ τῆς ἀσπίδος τοῦ με-
-
γαλοψύχου Αἰνείου· καὶ ταύτην μὲν ἔθηκεν ἔμπρο-