-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
23
-
συνετοῦ Αἰνείου διέῤῥηξε καὶ διέκοψε πᾶσαν τὴν ἀσπί–
-
δα· ὁ χρυσὸς γὰρ διεκώλυσε, καὶ ἐπέσχε τὰ δῶρα
-
τοῦ θεοῦ· ἀλλὰ τὰς δύο μὲν ἐπιδιπλώσεις διῆλθε
-
καὶ διέκοψεν, ἔτι δʼ αἱ τρεῖς ὑπῆρχον, ἐπειδὴ πέντε
-
διπλώσεις ἐφήπλωσεν Ἥφαιστος ὁ χωλὸς, τὰς δύο
-
χαλκᾶς, καὶ τὰς ἔνδοθεν δύο κασσιτερίνας, τὴν ἐν
-
τῷ μέσῳ δὲ μίαν, χρυσῆν, ἐν ταύτῃ δὲ ἐνεσχέθη
-
τὸ ἐκ μελίας δόρυ, καὶ τῆς εἰς τὸ πρόσω ὁρμῆς διε-
-
κωλύθη· Δεύτερος δὲ ὁ Ἀχιλλεὺς ἀφῆκε τὸ μακρὸν
-
δόρυ, καὶ ἔβαλε κατὰ τὴν τοῦ Αἰνείου ἀσπίδα τὴν
-
πάντοθεν ἴσην καὶ κυκλοτερῆ, ὑπὸ τὴν πρώτην περι-
-
φέρειαν, ἔνθα λεπτότατος ὁ χαλκὸς διέτρεχε, καὶ
-
περιέκειτο, λεπτότατον δὲ τὸ δέρμα τοῦ βοὸς ἐπῆν,
-
αὕτη δὲ εἰς τὸ πρόσω διῆλθεν ἡ ἐκ τοῦ Πηλίου ὄ-
-
ρους μελία, διεκόπη δὲ ἡ ἀσπὶς ὑπʼ αὐτῆς. ὁ Αἰ-
-
νείας δὲ συνειλήθη, καὶ ἀπὸ ἑαυτοῦ ἀνέσχε τὴν ἀσπί-
-
δα φωβηθεὶς, τὸ δόρυ δὲ ὑπεράνωθεν τοῦ νώτου εἰς
-
τὴν γῆν ἐνεπάγη ἐφορμῶν, διεῖλε δὲ καὶ διέκοψεν
-
ἀμφοτέρους τοὺς κύκλους τὸν βύρσινον, καὶ τὸν χαλ-
-
κοῦν τῆς ἀσπίδος τῆς περιεχούσης τὸ σῶμα, οὗτος
-
ἐκκλίνας καὶ φυλαξάμενος τὸ μέγα δόρυ ἔστη, λύπη
-
δὲ μεγίϛη περιεχύθη τοῖς ὀφθαλμοῖς αὐτοῦ, φοβηθεὶς,
-
ὅτι ἐγγὺς αὐτοῦ ἐνεπάγη τὸ δόρυ· ὁ Ἀχιλλεὺς δὲ μά-
-
λα προθυμούμενος ἐφώρμησε σπασάμενος τὸ ὀξὺ καὶ
-
τμητικὸν ξίφος καταπληκτικῶς βοῶν, οὗτος δὲ λίθον
-
χειροπληθῆ ἔλαβε τῇ χειρὶ ὁ Αἰνείας μέγα ἄχθος (σῶ
-
μα), ὅπερ οὐκ ἂν φέροιεν ἄνδρες δύο οἷοι νῦν ἄνθρωποί
-
εἰσιν· οὗτος δὲ ῥᾳδίως αὐτὸ ἐκίνει καὶ μόνος. τότʼ ἂν
-
Αἰνείας μὲν ἐφορμῶντα ἔπληξε τῷ λίθῳ ἢ κατὰ τὸ
-
κράνος, ἢ κατὰ τὴν ἀσπίδα, ἥτις ἀπεσόβησεν ἂν αὐτῷ
-
τὸν χαλεπὸν θάνατον, τοῦτον δὲ ὁ ὑιὸς τοῦ Πηλέως ἐκ
-
τοῦ σύνεγγυς ξίφει τὴν ψυχὴν ἀφείλετο ἂν, εἰ μὴ τα-
-
χέως δὴ ἐθεάσατο Ποσειδῶν ὁ σείων τὴν γῆν, παραχρῆ-
-
μα δὲ ἐν τοῖς ἀθανάτοις θεοῖς λόγον εἶπε· Φεῦ φεῦ, ὄν-
-
τως μοι λύπη ἐϛὶν ἕνεκα τοῦ μεγαλοψύχου Αἰνείου, ὃς
-
ταχέως ἀναιρεθεὶς ὑπὸ τȣ͂ ὑιȣ͂ Πηλέως εἰς ᾅδȣ κατελεύ-