-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
21
-
δὲ ἐγέννησεν ὑιὸν τὸν Ἀγχίσην, ἐμὲ δὲ ὁ Ἀγχίσης,
-
ὁ Πρίαμος δὲ ἐγέννησε τὸν ἐνδοξότατον Ἕκτορα. τού-
-
του δὴ τοῦ γένους καὶ τοῦ αἵματος διϊσχυρίζομαι
-
ὑπάρχειν. ὁ Ζεὺς δὲ τοῖς ἀνδράσι καὶ αὔξει καὶ
-
ἐλαττοῖ τὴν ἀρετὴν, ὅπως ἂν βούληται, οὗτος γάρ
-
ἐστιν ἰσχυρότατος πάντων. ἀλλʼ ἄγε μηκέτι ταῦτα
-
διαλεγώμεθα, καθάπερ νήπιοι καὶ ἄφρονες, ἑστῶτες
-
ἐν τῷ μέσῳ τῆς μάχης τοῦ πολέμου, ἔστι γὰρ ἀμ-
-
φοτέροις ὀνείδη καὶ λοιδορίας εἰπεῖν πάνυ πολλὰ,
-
οὐδʼ ἂν ναῦς πολυκάθεδρος τὸ βάρος ἀνέλοιτο καὶ
-
βαστάξειεν, εὐμετάθετος δὲ καὶ εὐκίνητός ἐστιν ἡ
-
γλῶσσα τῶν ἀνθρώπων, πολλοὶ δὲ ἔνεισι λόγοι
-
παντοδαποὶ, ῥημάτων δὲ πολλὴ περιαγωγὴ καὶ δια-
-
νομὴ τῇδε κᾀκεῖσε· οἷον ἂν λόγον εἴπῃς, τοιοῦτον ἂν
-
ἀντακούσαις. ἀλλὰ τί δὴ ἔριδας καὶ φιλονεικίας ἡμῖν
-
ἀνάγκη φιλονεικεῖν καὶ ἐρίζειν ἐναντίον ἀλλήλοις,
-
ὥσπερ γυναῖκες, αἵτινες περὶ ἔριδος ψυχοφθόρου εἰς
-
χόλον ἀχθεῖσαι, φιλονεικοῦσιν ἀλλήλαις εἰς τὸ μέ-
-
σον τῆς ὁδοῦ παρελθοῦσαι, πολλὰ ἀληθῆ τε καὶ
-
μὴ, ἡ ὀργὴ δὲ ( γὰρ) καὶ ταῦτα λέγειν προτρέπει.
-
τῆς εὐτόλμου δὲ ἰσχύος οὐδέποτέ με λόγοις ἀποτρέ-
-
ψεις, καὶ ἀποστήσεις προθυμούμενον, πρὶν ἢ πολε-
-
μῆσαι κατεναντίον σιδήρῳ· ἀλλʼ ἄγε τάχιον ἁψώμε-
-
θα ἀλλήλων τοῖς σιδήρῳ ἐστομωμένοις δόρασιν. Εἶπε
-
δὴ καὶ ἐν τῇ φοβερᾷ ἀσπίδι ἔπηξε τὸ ἰσχυρὸν δόρυ
-
τῇ καταπληκτικῇ, μεγάλως δὲ περιήχησεν ἡ ἀσπὶς
-
τῇ ἐπιδορατίδι τοῦ ἀκοντίου. Ὁ ὑιὸς δὲ τοῦ Πηλέως
-
τὴν μὲν ἀσπίδα ἄποθεν ἑαυτοῦ τῇ παχείᾳ χειρὶ κατ-
-
έσχε φοβηθεὶς, ᾠήθη γὰρ τὸ μακρὸν δόρυ ῥᾳδίως
-
περάσειν τοῦ μεγαλοψύχου Αἰνείου· ὁ εὐήθης, οὐδὲ
-
ἐνόησε κατὰ λόγον τε καὶ κατὰ διάνοιαν, ὅτι οὐκ εἰσὶ
-
ῥᾴδια τὰ ὑπερένδοξα δῶρα τῶν θεῶν καταπονηθῆναι