-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
19
-
γὰρ οἴομαι ῥήμασι μωροῖς καὶ ματαίοις οὕτως ( ἐν-
-
θάδε) διαχωρισθέντες ἀναχωρῆσαι τῆς μάχης· εἱ δὲ
-
βούλει καὶ ταῦτα μαθεῖν, ὅπως καλῶς γνῷς τὸ ἡ-
-
μέτερον γένος, πολλοὶ δὲ ἄνδρες αὐτὸ οἴδασι. Δάρ
-
δανον δὴ τὰ πρῶτα ἐγέννησεν ὁ τὰς νεφέλας ἀθροί-
-
ζων Ζεὺς, ἔκτισε δὲ τὴν Δαρδανίαν, ἐπειδὴ οὔπω
-
ἡ ἱερὰ Ἴλιος ἐν τῇ πεδιάδι ᾠκοδόμητο καὶ ᾤκιστο,
-
πόλις τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώ-
-
πων, ἀλλʼ ἔτι τὰς προβάσεις, καὶ τὰς πέζας κατ-
-
ῴκουν τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης. ὁ Δάρδα-
-
νος δὲ ἐγέννησεν ὑιὸν τὸν βασιλέα Ἐριχθόνιον, ὃς
-
δὴ πλουσιώτατος ἐγένετο πάντων τῶν φθαρτῶν ἀν-
-
θρώπων· τούτου ἵπποι τρισχίλιαι κατὰ τὸ ἕλος ἐβό-
-
σκοντο, φορβάδες, πώλοις τερπόμεναι νεογενέσιν (νε-
-
ογναῖς). τούτων καὶ ὁ Βορέας ἠράσθη βοσκομένων·
-
ἵππῳ δὲ ὁμοιωθεὶς μελανότριχι ἐμίγη αὐταῖς, αὗ-
-
ται δὲ ἐγκυμονήσασαι ἔτεκον δώδεκα πώλους· αὗται
-
δὲ ἡνίκα μὲν ἐσκίρτων κατὰ τὴν γῆν τὴν τὰ πρὸς
-
τὸ ζῇν δωρουμένην, κατὰ τὸ ἄκρον τοῦ καρποῦ τῶν
-
ἀσταχύων διέτρεχον (ἐν τοῖς ϛάχυσι λεπτῶν ἀνθέρων),
-
οὐδέ τι κατέθραυον· ἀλλʼ ὅτε δὴ ἐσκίρτων κατὰ τὰ
-
πλατέα νῶτα καὶ τὴν μεγάλην ἐπιφάνειαν τῆς θαλάσ-
-
σης ἄνω κατὰ τὴν ἐπι φάνειαν τῆς λευκῆς θαλάσσης
-
διέτρεχον. Ἐριχθόνιος δὲ ἐγέννησε τοῖς Τρῳσὶ βα-
-
σιλέα τὸν Τρῷα, ἐκ τοῦ Τρῳὸς δὲ τοῦ ἀμωμήτου
-
τρεῖς ὑιοὶ ἐγεννήθησαν, ὅ τε Ἶλος, καὶ ὁ Ἀσσάρακος,
-
καὶ ὁ ἰσόθεος Γανυμήδης, ὃς δὴ ἐγένετο ὡραιότατος
-
πάντων τῶν θνητῶν ἀνθρώπων· τοῦτον καὶ ἀνήρπα-
-
σαν οἱ θεοὶ οἰνοχοεῖν τῷ Διῒ, ἵνα ἐν τοῖς ἀθανά-
-
τοις εἴη ἕνεκα τοῦ ἑαυτοῦ κάλλους. ὁ Ἶλος δὲ ἐγέν-
-
νησεν ὑιὸν τὸν ἀμώμητον Λαομέδοντα· ὁ Λαομέδων
-
δὲ ἐγέννησε τὸν Τιθωνὸν, καὶ τὸν Πρίαμον, καὶ
-
τὸν Λάμπον, καὶ τὸν Κλυτίον, καὶ τὸν τοῦ Ἄρεος
-
κλάδον Ἱκετάονα. Ἀσσάρακος δὲ τὸν Κάπυν, οὗτος