-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
17
-
εὐσταθὴς καὶ νουνεχὴς, οὐδέ τις κοῦφος καὶ ἀσύνετός
-
ἐστιν· ἢ δή σοι οἱ Τρῷες ἀγρόν τινα ἀπένειμαν δια-
-
φερόντως τῶν ἄλλων περικαλλῆ, φυτοπέδου, καὶ σι-
-
τοπέδου, ἵνʼ αὐτὸν καρποῖ, ἐὰν ἀποκτείνῃς ἐμέ; δυσ-
-
κόλως δέ σε τοῦτο πράξειν ἐλπίζω· ἤδη γάρ σέ
-
γε οἶμαι καὶ ἄλλοτε τρέψαι εἰς φυγὴν τῷ δόρατι.
-
ἢ οὐ μνημονεύεις ἡνίκα σε ἀπὸ τῶν βοιῶν μόνον ὄντα
-
ἐδίωξα ἐκ τῶν τῆς Ἴδης ὀρέων ταχέσι ποσὶ, πάνυ
-
εὐκινήτως, τότε δὲ οὐδαμῶς μετεστρέφου φεύγων.
-
ἐκεῖθεν δὲ εἰς τὸν Λυρνησσὸν κατέφυγες, ἐγὼ δὲ τὴν
-
πόλιν αὐτὴν ἐξεπόρθησα ἐφορμήσας σὺν τῇ Ἀθηνᾷ,
-
καὶ τῷ Διῒ τῷ πατρί· αἰχμαλώτους δὲ τὰς γυναῖκας,
-
τὴν ἐλευθέραν ζωὴν ἀφελόμενος, ἀπῆγον, σὲ δὲ ὁ Ζεὺς
-
ἠλευθέρωσε καὶ ἔσωσε, καὶ οἱ ἄλλοι θεοί· ἀλλʼ οὐ
-
νῦν σε σώσειν ὑπολαμβάνω, ὥσπερ εἰς λογισμὸν σὺ
-
ἐμβάλλεις καὶ διαλογίζῃ· ἀλλʼ ἔγωγε ἀναχωρήσαν-
-
τά σε κελεύω πορεύεσθαι εἰς τὸ πλῆθος, μηδὲ ἵϛα-
-
σο ἐναντίον ἐμοῦ, πρὸ τοῦ παθεῖν τι δεινὸν, πρα-
-
χθὲν δὲ καὶ γενόμενον τὸ κακὸν καὶ ὁ μωρὸς κατενόη-
-
σε. Πρὸς τοῦτον δὲ ἀπεκρίνατο ὁ Αἰνείας, καὶ εἶπεν·
-
Ὦ ὑιὲ τοῦ Πηλέως, μηδαμῶς με ῥήμασιν ὥσπερ νή-
-
πιον καὶ ἄφρονα ἔλπιζε ἐκφοβήσειν, ἐπειδὴ φανερῶς
-
ἐπίσταμαι καὶ ἐγὼ καὶ λοιδορίας, καὶ τὰς παρὰ τὸ
-
καθῆκον ἀπειλὰς εἰπεῖν· οἴδαμεν δὲ τὸ γένος ἑκα-
-
τέρου ἡμῶν, οἴδαμεν δὲ τοὺς γονέας, προηκουσμένους
-
καὶ προεγνωσμένους λόγους ἀκούοντες τῶν φθαρτῶν
-
ἀνθρώπων· τοῖς ὀφθαλμοῖς δὲ οὔτε σὺ τοὺς ἐμοὺς ἐ-
-
θεάσω, οὔτʼ ἐγὼ τοὺς σούς· λέγουσι σὲ μὲν τοῦ ἀ-
-
μωμήτου Πηλέως ὑιὸν εἶναι, καὶ ἐκ μητρὸς θέτιδος
-
τῆς καλλικόμου θαλασσίας· ἐγὼ δὲ ὑιὸς τοῦ μεγα-
-
λοψύχου Ἀγχίσου διϊσχυρίζομαι εἶναι (γεννηθῆναι,
-
μήτηρ δέ μοι ἐστὶν ἡ Ἀφροδίτη. τούτων οὖν νῦν οἱ
-
ἕτεροι τὸν ἀγαπητὸν ὑιὸν θρηνήσουσι σήμερον· οὐ
- VOL. IV.