-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
15
-
. . τούτων δὲ πᾶσα ἡ πεδιὰς ἐπληρώθη
-
καὶ περιελάμπετο σιδήρῳ τῶν ἀνδρῶν καὶ τῶν ἵπ-
-
πων, ἐκινεῖτο δὲ ἡ γῆ τοῖς ποσὶ διεγειρομένων καὶ
-
ἐφορμώντων ὁμοῦ· δύο δὲ ἄνδρες ἐξόχως κράτιστοι
-
εἰς τὸ μέσον ἀμφοτέρων συνῆλθον προθυμούμενοι πο-
-
λεμεῖν, ὅ τε Αἰνείας ὁ ὑιὸς τοῦ Ἀγχίσου, καὶ ὁ ἐν-
-
δοξότατος Ἀχιλλεύς. ὁ Αἰνείας οὖν πρῶτος καυχησά-
-
μενος καὶ διατεινάμενος ὥρμησεν, ἐπινέυων τῇ βαρείᾳ
-
περικεφαλαίᾳ, τὴν ἀσπίδα δὲ τὴν μεγάλην ( πολεμι-
-
κὴν) κατεῖχεν ἔμπροσθεν τοῦ στέρνου, ἔσειε δὲ τὸ
-
σιδηροῦν δόρυ· ὁ ὑιὸς δὲ τοῦ Πηλέως ἀπὸ τοῦ ἑτέρου
-
μέρους ἐξεναντίας ἐφώρμησεν ὥσπερ λέων βλαβερὸς,
-
ὃν οἱ μὲν ἄνδρες ἀποκτεῖναι προθυμοῦνται συναθροι-
-
ζόμενοι ἅπας ὁ δῆμος· οὗτος δὲ πρῶτον ἀτιμάζων καὶ
-
περιφρονῶν ἐπέρχεται· ἀλλʼ ὅταν τις τῶν ἐν πολέμῳ
-
εὐκινήτων νέων τρώσῃ τῷ δόρατι, συνεστραφη τε κε-
-
χηνὼς, καὶ περὶ τοὺς ὀδόντας ἀφρὸς γίνεται, ἐν τῇ
-
καρδίᾳ δὲ αὐτοῦ στενάζει ἡ ἰσχυρὰ ψυχὴ, τῇ οὐρᾷ
-
δὲ κατὰ τὰς πλευρὰς, καὶ τὰ κοῖλα τῶν γλουτῶν ἀφʼ
-
ἑκατέρου μέρους μαστίζεται, αὐτὸς δὲ ἑαυτὸν διερεθί-
-
ζει πρὸς μάχην, πυρῶδες δὲ καὶ φοβερὸν βλέπων
-
εὐθὺ ὁρμᾷ, καὶ παραμένει ὅπως τινὰ ἀποκτείνῃ ἄν-
-
δρα, ἢ αὐτὸς ἀναιρεθῇ ἐν τῇ πρώτῃ συστροφῇ τῆς μά-
-
χης. οὕτως τῷ Ἀχιλλεῖ παρωξύνετο ἡ ἰσχὺς καὶ ἡ
-
ἀνδρεία ψυχὴ ἐπελθεῖν ἐναντίον τοῦ μεγαλοψύχου
-
Αἰνείου. οὗτοι δὲ ἡνίκα δὴ πλησίον ἐγένοντο ἐπʼ ἀλ-
-
λήλους ἐρχόμενοι, πρὸς τοῦτον πρότερον εἶπεν ὁ τα-
-
χύπους ἐνδοξότατος Ἀχιλλεύς. Ὦ Αἰνεία, τί δὴ σύ
-
γε τοσοῦτον πολὺ ἐφορμήσας διὰ τῆς συστροφῆς τοῦ
-
πλήθους ἔστης; ἢ σέ γε προτρέπει ἡ ψυχὴ πολεμῆ-
-
σαι ἐμοὶ, ἐλπίζοντα βασιλεύσειν τῶν ἱππικῶν Τρῴ-
-
ων μετὰ τιμῆς τοῦ Πριάμου ( ἀντὶ τῆς βασιλείας τοῦ
-
Πριάμου); ἐὰν δὲ ἐμὲ ἀποκτείνης, οὔ σοι τούτου ἕνε-
-
κα ὁ Πρίαμος ἐμβαλεῖ εἰς τὰς χεῖρας τὴν τιμὴν, καὶ
-
τὸ ἆθλον τοῦτο. εἰσὶ γὰρ αὐτῷ παῖδες, οὗτος δὲ