-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
13
-
δὲ πείσεται, ἅπερ αὐτῷ ἡ μοῖρα τικτομένῳ ἐπέκλω-
-
σε τῷ λίνῳ, ἡνίκα αὐτὸν ἔτεκεν ἡ μήτηρ· εἰ δὲ
-
ὁ Ἀχιλλεὺς ταῦτα οὐκ ἀκούσεται ἐκ τῆς φωνῆς
-
τῶν θεῶν, φοβηθήσεται δήπου, ὅταν τις θεὸς κατὰ
-
βιαίαν ἐναντίωσιν ἐπέλθῃ κατὰ τὴν μάχην, χαλε-
-
πῶς δὲ καὶ δυσκόλως ἔχει ὁρᾶσθαι τοὺς θεοὺς φα-
-
νερῶς. Πρὸς ταύτην δὲ ἀπεκρίνετο μετὰ ταῦτα Πο-
-
σειδῶν ὁ σείων τὴν γῆν· Ὦ Ἥρα, μὴ ὀργίζου πα-
-
ραλογως, οὐδαμῶς γάρ σε δεῖ· οὐκ ἔγωγε βουλοί-
-
μην ἂν τοὺς θεοὺς συνωθῆσαι καὶ συνάψαι ἐριστικῶς
-
καὶ φιλονείκως ἡμᾶς γε τοὺς ἄλλους, ἐπειδὴ πολλῷ
-
κρείττους εσμέν· ἀλλʼ ἡμεῖς μὲν καθίσωμεν πορευ-
-
θέντες ἐκ τῆς ὁδοῦ εἰς τὴν περιοπὴν, ἡ μάχη δὲ τοῖς
-
ἀνδράσιν ἔσται διὰ φροντίδος· ἐὰν δὲ ὁ Ἄρης ἄρ-
-
χηται πολέμου, ἢ Ἀπόλλων ὁ καθαρὸς, ἢ τῷ Ἀ-
-
χιλλεῖ ἐμποδὼν γίνωνται, καὶ οὐκ ἑῶσι πολεμεῖν,
-
εὐθέως δὴ καὶ ἡμῖν παρʼ αὐτῷ φιλονεικία καὶ μάχη
-
διαναστήσεται πολέμου, πάνυ δὲ ταχέως διαχωρι-
-
σθέντας οἴομαι ὀπίσω πορευθῆναι εἰς τὸν Ὄλυμπον,
-
εἰς τὸν σύλλογον τῶν ἄλλων θεῶν ὑπὸ τῶν ἡμετέ-
-
ρων χειρῶν, ἐν ἐπικρατείᾳ ἰσχυρῶς καταπονηθέντας.
-
Οὕτω δὴ εἰπὼν προεπορεύθη ὁ Ποσειδῶν εἰς τὸ πε-
-
ρικεχυμένον τεῖχος τοῦ θείου Ἡρακλέους, τὸ ὑψηλὸν,
-
ὃ δὴ αὐτῷ οἱ Τρῷες, καὶ ἡ πολεμικὴ Ἀθηνᾶ κατε-
-
σκεύαζον, ὅπως τὸ κῆτος ἐκκλίνας διαφύγοι καὶ σω-
-
θείη, ὅταν αὐτὸν ἀπὸ τοῦ αἰγιαλοῦ ἐπιδιώκοι εἰς τὸ
-
πεδίον. ἐκεῖ ὁ Ποσειδῶν ἐκάθισε, καὶ οἱ ἀλλοι θε-
-
οὶ, νεφελὴν δὲ ἰσχυρὰν καὶ ἄθραυστον τοῖς ὤμοις
-
περιεβάλοντο. οὗτοι δὲ κατὰ τὸ ἕτερον μέρος ἐκά-
-
θισαν ἐν τοῖς ἐπῃρμένοις μέρεσιν τῆς Καλλικολώνης,
-
περὶ σε, ὦ Ἄπολλον τοξότα, καὶ τὸν τὰς πόλεις
-
ἐκπορθοῦντα Ἄρην. Οὕτως οὗτοι μὲν οὖν ἑκατέρωθεν
-
ἐκάθηντο βουλευόμενοι βουλὰς, ἄρχειν δὲ τοῦ χαλε-
-
ποῦ καὶ ὀδυνηροῦ πολέμου ἀνεβάλλοντο ἀμφότεροι·