-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
τούτου τε τὸ δόρυ εὐθὺ φέρεται, οὐδὲ ἀποπαύεται,
-
πρὶν ἢ διὰ σώματος ἀνδρικοῦ διελθεῖν· εἰ δέ γε θεὸς
-
ὁμοίως στήσειε τὰ τοῦ πολέμου, μηδενὶ βοηθείας
-
προσούσης· οὐ πάνυ ῥᾳδίως με τροπώσεται, οὐδʼ εἰ
-
καυχᾶται εἶναι ὅλος σιδηροῦς. Πρὸς τοῦτον δὲ εἶπεν
-
Ἀπόλλων ὁ βασιλεὺς ὁ ὑιὸς τοῦ Διός· Ὦ ἥρως, ἀλλ’
-
λ’ ἄγε καὶ σὺ τοῖς ἀεὶ οὖσι θεοῖς εὔχου· καὶ δὴ καὶ
-
σὲ λέγουσιν ἐκ τῆς Ἀφροδίτης τῆς θυγατρὸς τοῦ Διὸς
-
τεχθῆναι· ἐκεῖνος δὲ ἐκ θεοῦ ἥττονος ὑπάρχει· ἡ μὲν
-
γάρ ἐστιν ἐκ τοῦ Διὸς, ἡ δὲ ἐκ τοῦ θαλασσίου γέ-
-
ροντος· ἀλλʼ ἄφες κατʼ εὐθεῖαν τὸν ἀκαταπόνητον σί-
-
δηρον, μηδὲ παντελῶς σε ῥήμασι δεινοῖς ἀποκρουέτω,
-
καὶ τῇ ἀπὸ τοῦ Ἄρεος βλάβῃ. Οὕτως εἰπὼν ἐνέβαλε
-
προθυμίαν μεγάλην τῷ βασιλεῖ τῶν λαῶν ἐπορεύ-
-
θη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σι-
-
δήρῳ λαμπρῷ· οὐδὲ ἔλαθεν ὁ ὑιὸς τοῦ Ἀγχίσου τὴν
-
λευκόπηχυν Ἥραν, ἐναντίον τοῦ ὑιοῦ τοῦ Πηλέως
-
ἐπερχόμενος κατὰ τὴν τάξιν τῶν ἀνδρῶν. αὕτη δὲ
-
ὁμοῦ συγκαλέσασα τοὺς θεοὺς εἶπεν ἐν αὐτοῖς λό-
-
γον. Σκοπεῖτε νῦν ὑμεῖς, ὦ Πόσειδον, καὶ Ἀθηνᾶ,
-
ἐν τῇ ὑμετέρᾳ διανοίᾳ πῶς γενήσονται ταῦτα τὰ ἔρ-
-
γα. ὁ Αἰνείας οὗτος ἐπορεύθη καθωπλισμένος σιδή-
-
ρῳ λαμπρῷ ἐναντίον τοῦ ὑιοῦ τοῦ Πηλέως, ἀνέπεισε
-
δὲ καὶ παρώρμησεν αὐτὸν Ἀπόλλων ὁ καθαρός· ἀλ-
-
λʼ ἄγετε ἡμεῖς γε ἀποτρέψωμεν αὐτὸν εἰς τοὐπίσω
-
ἐκεῖθεν, ἤ τις δὴ καὶ ἡμῶν τῷ Ἀχιλλεῖ παραγέ-
-
νοιτο, παράσχοι δὲ νίκην μεγάλην, μηδαμῶς δέ τινος
-
κατὰ ψυχὴν προσδείσθω, ὅπως γνῷ ὅτι φιλοῦσιν αὐ-
-
τὸν οἱ κράτιστοι τῶν θεῶν· οὗτοι δὲ ἄκαιροι καὶ μά-
-
ταιοί εἰσιν, οἳ πρότερόν γε τοῖς Τρῳσὶν ἀποσοβοῦσι
-
τὸν πόλεμον καὶ τὴν μάχην· πάντες δὲ ἐκ τοῦ Ὀ-
-
λύμπου κατήλθομεν μεθέξοντες τοῦδε τοῦ πολέμου,
-
ὅπως μηδὲν ἐν τοῖς Τρῳσὶ πάθῃ τήμερον· μετὰ ταῦτα