-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
9
-
Ἅρτεμις ἡ χαίρουσα τοῖς ὀϊστοῖς ἡ ἀδελφὴ τοῦ Ἀπόλ-
-
λωνος· τῇ Λητοῖ δὲ ἀντέστη ὁ σωσίοικος καὶ πολυ-
-
ωφελὴς Ἑρμῆς. ἐναντίον δὲ τοῦ Ἡφαίστου ἔστη ὁ μέ-
-
γας βαθύῤῥους ποταμὸς, ὃν οἱ θεοὶ ὀνομάζουσι άν-
-
θον, οἱ ἄνδρες δὲ Σκάμανδρον. Οὕτω μὲν οἱ θεοὶ
-
ἐναντίον τῶν θεῶν ἔστησαν. Ὁ Ἀχιλλεὺς δὲ ἐναντίον
-
τοῦ Ἕκτορος μάλιστα ἐπεθύμει εἰσελθεῖν εἰς τὸ πλῆ-
-
θος τοῦ ὑιοῦ τοῦ Πριάμου, τούτου γὰρ δὴ μάλιστα ἡ
-
ψυχὴ προέτρεπε τοῦ αἵματος κορέσαι τὸν ὑπομονητικὸν
-
καὶ τολμηρὸν μαχητὴν Ἄρην. Τὸν Αἰνείαν δὲ διήγει-
-
ρεν Ἀπόλλων ὁ τοὺς λαοὺς παρορμῶν εὐθὺ κατεναν-
-
τίον τοῦ ὑιοῦ τοῦ Πηλέως, ἐνέβαλε δὲ αὐτῷ προθυ-
-
μίαν χρηστήν· ὡμοιώθη δὲ κατὰ τὴν φωνὴν τῷ Λυ-
-
κάονι τῷ ὑιῷ τοῦ Πριάμου· τούτῳ ὁμοιωθεὶς εἶπε πρὸς
-
αὐτὸν Ἀπόλλων ὁ ὑιὸς τοῦ Διός· Ὦ Αἰνεία βουλευ-
-
τὰ καὶ γνωμοδότα τῶν Τρῴων, ποῦ σοι αἱ καυχήσεις
-
καὶ διϊσχυρίσεις, ἃς τοῖς βασιλεῦσι (τοῖς ἄρχουσι )
-
τῶν Τρῴων ἐπηγγείλω πίνων καὶ εὐωχούμενος, ἐν-
-
αντίον Ἀχιλλέως τοῦ ὑιοῦ τοῦ Πηλέως μάχεσθαι βι-
-
αίως; Πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ Αἰνείας εἶπεν·
-
Ὦ ὑιὲ τοῦ Πριάμου, τί δή με ταῦτα καὶ μὴ βουλό-
-
μενον προτρέπεις πολεμεῖν ἐναντίον τοῦ μεγαλοψύ-
-
χου ὑιοῦ τοῦ Πηλέως; οὐ γὰρ νῦν πρῶτον ἐναντίον τοῦ
-
ταχύποδος Ἀχιλλέως στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλ-
-
λοτε εἰς φυγὴν ἔτρεψε τῷ δόρατι ἐκ τῆς Ἴδης, ἡνίκα
-
ἐπῆλθεν ταῖς ἡμετέραις βουσὶν, ἐξεπόρθησε δὲ τὸν
-
Λυρνησσὸν, καὶ τὸν Πήδασον, ἐμὲ δὲ ὁ Ζεὺς ἔσωσεν,
-
ὅς μοι παρώξυνε τὴν προθυμίαν, καὶ τὰ ταχέα γό-
-
νατα. ὄντως ἀνῃρέθην ἂν ὑπὸ τῶν χειρῶν τοῦ Ἀχιλ-
-
λέως καὶ τῆς Ἀθηνᾶς, ἥτις αὐτοῦ ἔμπροσθεν πορευ-
-
ομένη ἐποίει φῶς καὶ σωτηρίαν, καὶ ἐπέταξε δόρατι
-
σιδηρῷ τοὺς Λέλεγας καὶ τοὺς Τρῷας ἀποκτείνειν.
-
διὰ τοῦτο οὐκ ἔστι δυνατὸν ἄνδρα τινὰ πολεμεῖν ἐν-
-
α`ντίον τοῦ Ἀχιλλέως· ἀεὶ γὰρ πάρεστιν εἷς τῶν θε-
-
ῶν, ὃς τὸν ὄλεθρον ἀποσοβεῖ· καὶ δὴ καὶ ἄλλως