-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
χιλλεὺς ἐπεφάνη, ἐπὶ πολὺ δὲ ἔληξε τοῦ χαλεποῦ καὶ
-
ὀδυνηροῦ πολέμου· τοὺς Τρῷας δὲ τρόμος χαλεπὸς ἐπ-
-
ῆλθε πάντας κατὰ τὰ μέλη φοβουμένους, ὅτε ἑώρων τὸν
-
ταχύποδα ὑιὸν τοῦ Πηλέως τοῖς ὅπλοις περιλαμπόμε-
-
νον, ὅμοιον τῷ ἀνθρωποκτόνῳ Ἄρει· ἐπειδὴ δὲ εἰς τὸ
-
πλῆθος τῶν ἀνδρῶν ἦλθον οἱ οὐράνιοι, διηγέρθη ἡ κρα-
-
ταιὰ, καὶ ἰσχυρὰ Ἔρις ἡ τοὺς λαοὺς παρορμῶσα, ἐφώ-
-
νει δὲ ἡ Ἀθηνᾶ, ποτὲ μὲν ἑστῶσα παρὰ τὴν ὀρωρυγ-
-
μένην τάφρον, ἔξω τοῦ τείχους, ποτὲ δὲ ἐπὶ τῶν ἐπῃρ-
-
μένων παραθαλασσίων τόπων μεγάλως ἐβόα· ἐφώ-
-
νει δὲ ὁ Ἄρης ἀφʼ ἑτέρου μέρους ὅμοιος σκοτεινῇ καται-
-
γίδι, καὶ τῇ σὺν ὑετῷ συϛροφῇ ἀνέμου, ὀξέως καὶ ἐξα-
-
κούστως ἀπὸ τῆς ἀκροπόλεως παρακελευόμενος τοῖς
-
Τρῳσὶ, ποτὲ δὲ παρὰ τὸν Σιμοῦντα ποταμὸν, τρέχων
-
ἐπὶ τὸν ὑψηλὸν τόπον τοῦ πεδίου, ἣν Καλλικολώνην
-
ὀνομάζουσιν. Οὕτω τούτους ἀμφοτέρους οἱ μακάριοι
-
θεοὶ παροξύνοντες συνέβαλον, ἐν αὐτοῖς δὲ ἔριδα χα-
-
λεπὴν συνετέλουν· φοβερῶς δὲ ἐβρόντησεν ὁ πατὴρ τῶν
-
ἀνθρώπων καὶ τῶν θεῶν ἄνωθεν ἐκ τοῦ ὕψους· κάτω-
-
θεν δὲ ὁ Ποσειδῶν ἔσεισε τὴν ἀπέραντον γῆν, καὶ τῶν
-
ὀρέων τὰς ὑψηλὰς κορυφάς. πᾶσαι δὲ αἱ προβάσεις καὶ
-
αἱ ὑπώρειαι τῆς πολλὰς πηγὰς ἐχούσης Ἴδης ἐκινοῦν-
-
το, καὶ αἱ ἀκρώρειαι, καὶ ἡ πόλις τῶν Τρῴων, καὶ αἱ
-
νῆες τῶν Ἑλλήνων· ἐφοβήθη δὲ ὑποκάτωθεν ὁ βασι-
-
λεὺς τῶν ἀνδρῶν ᾍδης, φοβηθεὶς δὲ ἐκ τοῦ θρόνου
-
ἀνεπήδησε καὶ ἐβόησε, μὴ ἄνωθεν αὐτῷ τὴν γῆν
-
ἀνάστατον ποιήσειε Ποσειδῶν ὁ τὴν γῆν σείων, τὰ
-
οἰκήματα δὲ τοῖς τε θνητοῖς ἀνθρώποις, καὶ τοῖς ἀθα-
-
νάτοις θεοῖς φανερὰ γένοιντο, τὰ φοβερὰ καὶ σκοτεινὰ,
-
ἅπερ δεδοίκασι καὶ οἱ θεοί· τοσοῦτος δὴ κτύπος διηγέρ-
-
θη τῶν θεῶν συνερχομένων ἐριστικῶς καὶ φιλονείκως.
-
Ἐναντίον μὲν γὰρ Ποσειδῶνος τοῦ βασιλέως ἔστη Ἀ-
-
πόλλων ὁ καθαρὸς κατέχων τοὺς ἐπτερωμένους ὀϊϛούς·
-
ἐναντίον δὲ τοῦ Ἄρεος ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· τῇ
-
Ἥρᾳ δὲ ἀντέστη ἡ καλλίτοξος ἠχητικὴ καὶ πολύηχος