-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
ἐκάθισε δὲ ἐν τῷ μέσῳ αὐτῶν, ἠρώτησε δὲ τὴν βουλὴν
-
τȣ͂ Διός· Τίποτε δὴ, ὦ λαμπροκέραυνε, συνεκάλεσας εἰς
-
ἐκκλησίαν τοὺς θεούς; ἢ φροντίζεις καὶ μεριμνᾷς τι
-
περὶ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων; τούτων γὰρ νῦν ἐγ-
-
γύτατα μάχη, καὶ πόλεμος διακέκαυται καὶ διεγηγερ-
-
ται. Πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας
-
ἀθροίζων Ζεύς. Κατενόησας Πόσειδον, κινητὰ τῆς γῆς,
-
τὴν ἐν τοῖς ἐμοῖς στήθεσι βουλὴν· οὗτοι ὧν χάριν συν-
-
ήθροισα ὑμᾶς, διὰ φροντίδος εἰσὶν ἐμοὶ ἀναιρούμενοι.
-
ἀλλʼ ἐγὼ μὲν ἐνταυθοῖ παραμενῶ ἐν τῇ ἀποκλίσει τοῦ
-
Ὀλύμπου καθήμενος, ἐντεῦθεν ὁρῶν κατὰ διόνοιαν χα-
-
ρήσομαι· οἱ ἄλλοι δὲ πάντες πορεύεσθε, ἕως ἂν ἀφίκη-
-
σθε πρὸς τοὺς Τρῷας καὶ τοὺςἝλληνας, ἀμφοτέροις δὲ
-
βοηθεῖτε ὅπȣ βούλησις καὶ εὔνοια ἑκάϛȣ ὑπάρχει· ἐὰν
-
γὰρ Ἀχιλλεὺς μόνος ἐπὶ τοὺς Τρῷας πολεμήσῃ, οὐδʼ
-
ἐπʼ ὀλίγον ἀνθέξουσι τῷ ταχύποδι ὑιῷ τοῦ Πηλέως·
-
καὶ δὴ καὶ πρότερον αὐτὸν ὁρῶντες ὑπέτρεμον καὶ
-
ἐπτοοῦντο· νυνὶ δὲ ὁπηνίκα δὴ καὶ ἡ (κατὰ) ψυχὴ(ν) αὐ-
-
τοῦ σφόδρα ὀργίζεται ἕνεκα τοῦ φίλου, χαλεπῶς δέ-
-
δοικα, μὴ καὶ τὸ τεῖχος ὑπερμόρως καὶ παρὰ τὸ εἱ-
-
μαρμένον καθέλῃ, καὶ τὴν πόλιν ἐκπορθήσῃ. Οὕτως εἶ-
-
πεν ὁ ὑιὸς τοῦ Κρόνου· πόλεμον δὲ ἄφυκτον συνέστησε,
-
καὶ συνηύξησεν. ὥρμησαν δὲ πορεύεσθαι εἰς τὸν πόλε-
-
μον οἱ θεοὶ, διῃρημένως ἔχοντες τὴν ψυχὴν καὶ μὴ ὁ-
-
μονοοῦντες. Ἡ μὲν Ἥρα ἐπὶ τὸ ἄθροισμα τῶν νεῶν καὶ
-
ἡ πολεμικὴ Ἀθηνᾶ, καὶ ὁ Ποσειδῶν ὁ συνέχων τὴν γῆν,
-
καὶ ὁ πολυωφελὴς (ἐρευνητικὸς) Ἑρμῆς, ὃς διανοίᾳ συνε-
-
τῇ ἐκεκόσμητο· ἅμα δὲ τούτοις καὶ ὁ Ἥφαιϛος ἐπορεύε-
-
το δυνάμει ἐνθουσιῶν, σκάζων, αἱ ἀσθενεῖς δὲ κνῆμαι
-
αὐτοῦ ἐῤῥωμένως ἐπειρῶντο βαδίζειν. Πρὸς τȣ̀ς Τρῷας
-
δὲ Ἄρης ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν, σὺν αὐ-
-
τῷ δὲ καὶ Ἀπόλλων ὁ μὴ κειρόμενος τὴν κόμην, καὶ ἡ
-
Λητὼ, καὶ ὁ Ξάνθος, καὶ ἡ φιλόγελως Ἀφροδίτη. Ἕως
-
μὲν οὖν οἱ θεοὶ πόῤῥω ἦσαν τῶν θνητῶν ἀνδρῶν, τοτηνι-
-
καῦτα οἱ μὲν Ἕλληνες μεγάλως ἐδοξάζοντο, διότι ὁ Ἀ-