-
-
-
-
ΡΑΨῼΔΙΑΣ Υ
-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
- Οὕτως οὗτοι μὲν παρὰ ταῖς ναυσὶ ταῖς καμπυλο-
-
πρύμναις καθωπλίζοντο περὶ σὲ, ὦ υἱὲ τοῦ Πηλέως,
- τὸν πολέμου ἄπληστον, οἱ Ἕλληνες· οἱ Τρῶες δὲ ἀφ’
- ἑτέρου μέρους ἐπὶ τῷ ὑψηλῷ τόπῳ τῆς πεδιάδος, ἤ-
- γουν ἐπὶ τῇ Καλλικολώνῃ. ὁ Ζεὺς δὲ τὴν θέμιστα
- ἐκέλευσε συγκαλέσαι εἰς ἐκκλησίαν τοὺς θεοὺς ἀπὸ
- τῆς κορυφῆς τοῦ πολλὰς ἀνακλίσεις ἔχοντος Ὀλύμ-
-
που. αὕτη δὲ πάντοσε πορευθεῖσα, ἐκέλευσε πορέυ-
-
εσθαι εἰς τὸ οἴκημα τοῦ Διὸς· οὔτε τις οὖν τῶν πο-
-
ταμῶν ἀπῆν ἔξω (ἄνευ) τοῦ Ὠκεανοῦ, οὔτε τις τῶν
- Νυμφῶν, αἵτινες τὰ περικαλλῆ ἄλση κατοικοῦσι, καὶ
- τὰς πηγὰς τῶν ποταμῶν, καὶ τὰ ἕλη τὰ βοτανώδη.
-
Ἀφικόμενοι δὲ εἰς τὸ οἴκημα τοῦ Διὸς τοῦ τὰς νεφέλας
- ἀθροίζοντος, ἐκάθισαν ἐπὶ τοῖς ἐξεσμένως κατεσκευ-
-
ασμένοις προϛώοις, καὶ ὑφ’ ἡλίου καταλαμπομένοις,
- ἅπερ ὁ Ἥφαιστος τῷ Διῒ τῷ πατρὶ ἐποίησεν ἐπιϛαμέ-
- ναις φρεσίν. Οὕτως οὗτοι μὲν ἐν τῷ οἴκῳ τοῦ Διὸς συνη-
-
θροίσθησαν. οὐδὲ Ποσειδῶν ὁ σείων τὴν γῆν ἠπείθησε
- τῇ θεᾷ, ἀλλὰ ἐκ τῆς θαλάσσης ἦλθε πρὸς αὐτοὺς,