-
ΤΗΣ ΟΜΗΡΟΥ
-
ΙΛΙΑΔΟΣ
-
ΡΑΨΩΔΙΑ Υ.
-
Ως οἱ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
-
Ἀμφὶ σὲ, Πηλέος υἱὲ, μάχης ἀκόρητον Ἀχαιοί·
-
Τρῷες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο·
-
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι
-
5 Κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου· ἡ δʼ ἄρα πάντη
-
Φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
-
Οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο,
-
Οὔτʼ ἄρα Νυμφάων, ταί τʼ ἄλσεα καλὰ νέμονται,
-
Καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
-
10 Ἐλθόντες δʼ ἐς δῶμα Διὸς νεφεληγερέταο,
-
Ξεστῇς αἰθούσῃσιν ἐνίζανον, ἃς Διῒ πατρὶ
-
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
-
Ὣς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατʼ· οὐδʼ Ἐνοσίχθων
-
Νηκούστησε θεᾶς, ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς.