-
343
-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
ὅστις μοι ἐν τῇ σκηνῇ κατακεκομμένος σιδήρῳ ὀξεῖ κεῖ-
-
ται, κατὰ τὸ πρόθυρον κεκλιμένος, περὶ αὐτὸν δὲ οἱ
-
φίλοι ὀλοφύρονται, διὰ τοῦτό μοι οὐδαμῶς ταῦτα ἐν
-
τῇ διανοίᾳ διὰ φροντίδος εἰσὶν, ἀλλʼ ἀνδροφονία, καὶ
-
αἷμα, καὶ χαλεπὸς ἀναστεναγμὸς τῶν ἀνδρῶν. Πρὸς
-
τȣ͂τον δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβȣλος Ὀδυσσεύς
-
Ὦ Ἀχιλλεῦ ὑιὲ τοῦ Πηλέως πάνυ κράτιϛε τῶν Ἑλλή-
-
νων, κρείσσων ὑπάρχεις ἐμοῦ καὶ βελτίων πολλῷ τῷ
-
δόρατι, νοήματι δὲ καὶ βουλῇ ἐγὼ περιγενοίμην ἄν σου
-
πολλῷ, ἐπειδὴ πρότερον ἐτέχθην, καὶ πλείω ἐπίϛα-
-
μαι, διʼ ὅ σοι ἡ καρδία ὑπομεινάτω καὶ πεισθήτω τοῖς
-
ἐμοῖς λόγοις. ταχέως ἐγγίνεται τοῖς ἀνθρώποις πλη-
-
σμονὴ, καὶ κόρος τῆς μάχης, ἧς γε πλείστην μὲν κα-
-
λάμην (ἤγουν πολλοὺς ἄνδρας) κατὰ γῆς ὁ σίδηρος
-
ἔχεεν. ὁ θεριζόμενος δὲ καρπὸς (ἤγουν οἱ ζῶντες) πά-
-
νυ ὀλίγος ἐστὶν, ἐπειδὰν κλίνῃ ἄλλως καὶ τρέψῃ τὰς
-
πλάστιγγας ὁ Ζεὺς, ὅστις τῶν ἀνθρώπων φύλαξ καὶ
-
δοτὴρ τοῦ πολέμου ὑπάρχει· τῇ γαστρὶ δὲ οὐκ ἔϛι
-
δυνατὸν πενθῆσαι τοὺς Ἕλληνας τὸν νεκρὸν, πάνυ γὰρ
-
πολλοὶ καὶ ἀλλεπάλληλοι κατὰ πάσας τὰς ἡμέρας
-
ἀποθνήσκουσι· πεότε τις ἂν ἐπικουφισθείη τοῦ πόνου
-
καὶ τῆς ταλαιπωρίας; ἀλλὰ δεῖ τοῦτον μὲν κατακαί-
-
ειν ὃς ἂν ἀποθάνῃ, ἀνηλῆ καὶ ἀπαθῆ ψυχὴν ἔχοντας,
-
ἡμέρᾳ μιᾷ δακρύσαντας, ὅσοι δʼ ἂν ἐκ τοῦ μισητοῦ
-
πολέμου περιλείπωνται μνημονεύειν πόσεως καὶ τρο-
-
φῆς ( βρώσεως ), ὅπως ἔτι μᾶλλον τοῖς πολεμίοις ἀν-
-
δράσι πολεμῶμεν ἀδιαλείπτως τὸν πάντα χρόνον,
-
ἐνδυσάμενοι περὶ τὸ σῶμα τὸν ἀκαταπόνητον σίδηρον,
-
μηδὲ ἄλλην τις τῶν λαῶν προτροπὴν καὶ παρόρμη-
-
σιν προσδεχόμενος διακωλυέτω, καὶ ἀναμενέτω. αὕτη
-
γὰρ ἡ προτροπὴ ἐπὶ κακῷ καὶ βλάβει ἔσται ἐκείνῳ,
-
ὃς ἂν ἐναπολειφθῇ παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων,
-
ἀλλʼ ὁμοθυμαδὸν σύμπαντες ὁρμήσαντες ἐπὶ τοὺς ἱπ-
-
πικοὺς Τρῷας συϛήσωμεν, καὶ συναυξήσωμεν πόλεμον
-
σφοδρόν. Εἶπε, καὶ τοὺς ὑιοὺς τοῦ ἐνδόξου Νέστορος