-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
341
-
ὁπηνίκα τις ἂν πρότερον παροργίσῃ. Πρὸς τοῦτον δὲ
-
εἶπεν ὁ βασιλεὺς τῶν λαῶν Ἀγαμέμνων, Τέρπομαι,
-
ὦ ὑιὲ τοῦ Λαέρτου, ἀκούσας σου τὸν λόγον· κατὰ τὸ
-
πρέπον γὰρ ἅπαντα διεξῆλθες καὶ ἀκριβῶς εἶπας·
-
ταῦτα δὲ ἐγὼ βούλομαι ὀμόσαι, προτρέπει γάρ με
-
ἡ ψυχὴ, οὐδὲ ἐπίορκον ὀμόσω ἔμπροσθεν τοῦ θεοῦ·
-
Ἀχιλλεὺς δὲ ἐπιμενέτω αὐτόθι πρός γε τὸ παρὸν
-
ἐν ὀλίγῳ, καίπερ σπεύδων ἐπὶ τὸν πόλεμον, ἐπι-
-
μένετε δὲ καὶ οἱ ἄλλοι πάντες ἀθρόοι, ἕως ἂν τὰ
-
δῶρα ἐκ τῆς σκηνῆς ἔλθωσι, καὶ τοὺς πιστοὺς ὅρ-
-
κους ποιήσωμεν· σοὶ δὲ αὐτῷ τοῦτο ἐγὼ ἐντέλλομαι
-
καὶ ἐπιτάττω ( ἀξιῶ ), ἐπιλεξάμενος νεανίας ἀριϛεῖς
-
τῶν πάντων Ἑλλήνων, τὰ δῶρα παρὰ τῆς ἐμῆς νεὼς
-
ἔνεγκαι, ὅσα τῷ Ἀχιλλεῖ τῇ νυκτὶ τῆς χθὲς ἡμέ-
-
ρας ὑπεσχόμεθα δώσειν, ἄγαγε δὲ τὰς γυναῖκας·
-
ὁ Ταλθύβιος δέ μοι ταχέως κατὰ τὸν πλατὺν ϛρα-
-
τὸν τῶν Ἑλλήνων κάπρον παρασκευασάτω, θῦσαι τῷ
-
τε Διῒ, καὶ τῷ Ἡλίῳ. Πρὸς τοῦτον δὲ ἀποκρινόμε-
-
νος εἶπεν ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεύς· Ὦ ὑιὲ τοῦ
-
Ἀτρέως ἐνδοξότατε βασιλεῦ τοῦ λαοῦ Ἀγάμεμνον,
-
ἄλλοτέ γε καὶ μᾶλλον ὀφείλετε ταῦτα ἐνεργεῖν τε
-
καὶ τελεσιουργεῖν, ὁπόταν τις μετὰ ταῦτα ἀνάπαυ-
-
σις τοῦ πολέμου γένηται, καὶ οὐ τοσαύτη προθυμία
-
ὑπάρχῃ ἐν τῷ ἐμῷ στήθει. νυνὶ δὲ οὗτοι μὲν κεῖν-
-
ται κατακεκομμένοι, οὓς ἀπέκτεινεν Ἕκτωρ ὁ ὑιὸς
-
τοῦ Πριάμου, ἡνίκα ὁ Ζεὺς δόξαν αὐτῷ ἐδωρήσατο.
-
ὑμεῖς δὲ πρὸς βρῶσιν προτρέπετε· ὄντως ἂν ἔγωγε
-
νυνὶ μὲν ἐπιτάττοιμι μάχεσθαι τοὺς ὑιοὺς τῶν Ἑλ-
-
λήνων νήστεις πεινῶντας ( ἀγεύστους), ἅμα δὲ ἡλίω
-
δύντι ποιῆσαι δεῖπνον μέγα, ἐπειδὰν τὴν ὑπὲρ τῶν
-
ἀποθανόντων ὕβριν καὶ βλάβην ἐκδικήσωμεν· πρὸ τοῦ
-
δὲ, οὐδαμῶς ἂν ἔμοιγε εἰς τὸν ἀγαπητὸν λαιμὸν
-
εἰσέλθοι οὐ πόσις, οὐδὲ βρῶσις ἀποθανόντος τοῦ φίλȣ,