-
339
-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
νος ὅτι ἐγὼ μάχομαι, ἀνδρὶ πολεμείτω. Πρὸς τοῦτον
-
δὲ ἀποκρινόμενος εἶπεν ὁ πολύβουλος Ὀδυσσεύς· Μὴ
-
δὴ οὕτω, καίπερ ὢν ἀγαθὸς τοὺς τρόπους, ὦ θεοῖς
-
ὅμοιε τὸ εἶδος Ἀχιλλεῦ, παρόξυνε νήστεις καὶ ἀσίτους
-
τοὺς ὑιοὺς τῶν Ἑλλήνων ἐπὶ τὸ Ἴλιον πολεμήσοντας
-
τοῖς Τρῳσὶν, ἐπειδὴ οὐκ ἐπʼ ὀλίγον χρόνον ἔσται ἡ μά-
-
χη, ἐπειδὰν τὴν ἀρχὴν εἰς ταὐτὸ συνέλθωσιν αἱ τάξεις
-
τῶν ἀνδρῶν, ὁ θεὸς δὲ ἐμπνέυσῃ καὶ ἐμβάλῃ προθυ-
-
μίαν ἀμφοτέροις τοῖς στρατεύμασιν· ἀλλὰ κέλευσον
-
γεύσασθαι τοὺς Ἕλληνας παρὰ ταῖς ταχείαις ναυ-
-
σὶν ἄρτου καὶ οἴνου, τοῦτο γάρ ἐστι προθυμία καὶ
-
ἰσχὺς, οὐ γάρ τις ἀνὴρ ὅλην τὴν ἡμέραν μέχρι ἡ-
-
λίου δύντος, ἤγουν ἑσπέρας, ἄγευστος ἄρτου δυνήσε-
-
ται ἐναντίον πολεμεῖν, εἴπερ γὰρ τῇ ψυχῆ προθυμεῖ-
-
ται μάχεσθαι, ἀλλά γε κατὰ μικρὸν λεληθότως τὰ μέ-
-
λη βαρύνονται, καὶ καταλαμβάνει δίψα τε καὶ πεῖνα,
-
βλάπτονται δὲ καὶ ἀσθενοῦσι τὰ γόνατα πορευομένῳ
-
ὃς δʼ ἂν ἀνὴρ οἴνου ἐμπλησθεὶς καὶ τροφῆς τοῖς πολε-
-
μίοις ἀνδράσι δὶ ὅλης τῆς ἡμέρας μάχηται, εὔτολμος
-
δὴ αὐτῷ ἡ ψυχὴ ἐν λόγῳ καὶ διανοίᾳ, οὐδέ τι τὰ μέλη
-
πρότερον ἀσθενοῦσι, πρὶν ἢ πάντας παύσασθαι τοῦ
-
πολέμου. Ἀλλʼ ἄγε τὸν λαὸν μὲν διάλυσον, καὶ δεῖπνον
-
ἐπίταξον ἑτοιμασθῆναι, τὰ δῶρα δὲ ὁ βασιλεὺς τῶν
-
λαῶν Ἀγαμέμνων κομισάτω εἰς τὸ μέσον τῆς ἀγορᾶς,
-
ὅπως πάντες οἱ Ἕλληνες θεάσωνται τοῖς ὀφθαλμοῖς,
-
σὺ δὲ ἐν τῇ σῇ διανοίᾳ διαχυθῇς καὶ εὐφρανθῇς. ὀμνύ-
-
τω δέ σοι ὅρκον ἐν μέσῳ τῶν Ἑλλήνων ἀναστὰς, μη-
-
δέ ποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς, καὶ περάναι. καὶ
-
δὴ καὶ σοὶ αὐτῷ ἔστω ἡ ψυχὴ εὐμενὴς ἐν τῇ διανοίᾳ.
-
μετὰ ταῦτα δέ σε φιλοφρονησάτω ἐν ταῖς σκηναῖς ἑ-
-
στιάσει λιπαρᾷ καὶ δαψιλεῖ, ὅπως μηδὲν τῶν δικαί-
-
ων ἐνδεες καὶ ἐλλιπες ἔχῃς. Σὺ δὲ, ὦ ὑιὲ τοῦ Ἀτρέ-
-
ως, μετὰ ταῦτα δίκαιος καὶ ἐν ἄλλῳ· ἔσῃ, οὐδαμῶς
-
γὰρ μεμπτόν τί ἐστιν, βασιλέα ἄνδρα ἐξιλάσασθαι,