-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
25
-
νης δὲ ὅμοιος τῷ ταχεῖ Ἄρει ταχέως ἀπὸ τῆς σκη-
-
νῆς ἀνελάβετο τὸ σιδηροῦν δόρυ, ἐπορεύθη δὲ πρὸς
-
τὸν Ἰδομενέα μεγάλως τοῦ πολέμου ἐπιμέλειαν καὶ
-
φροντίδα ποιούμενος· οἷος δὲ ὁ ἀνθρωποκτόνος Ἄρης
-
εἰς τὸν πόλεμον παραγίνεται, τούτῳ δὲ Φόβος ὁ ἀ-
-
γαπητὸς ὑιὸς ἅμα, ἰσχυρός τε καὶ ἄφοβος ἀκολουθεῖ,
-
ὁστις εἰς φυγὴν ἔτρεψε, καὶ καρτερικὸν φρόνημα ἔ-
-
χοντα, ἤτοι ἀνδρεῖον μαχητὴν, οὗ δὴ ἐκ Θράκης κα-
-
θοπλίζονται ἐπὶ τοὺς Ἐπύρους, ἢ ἐπὶ τοὺς Φλέγυ-
-
ας ( τοὺς Γορτυνίους ) τοὺς μεγαλοψύχους, οὐδὲ δὴ
-
οὗτοί γε ἐπήκουσαν ἀμφοτέρων, τῷ ἑτέρῳ δὲ μέρει
-
δόξαν παρέσχον· τοιοῦτοι ὅ, τε Μηριόνης και ὁ Ἰδο-
-
μενεὺς οἱ ἀρχηγοὶ τῶν ἀνδρῶν ἐπορεύοντο εἰς τὸν
-
πόλεμον καθωπλισμένοι σιδήρῳ λαμπρῷ. Πρὸς τοῦ-
-
τον δὲ πρότερον εἶπε λόγον ὁ Μηριόνης· Ὦ ὑιὲ τοῦ
-
Δευκαλίωνος, ποῦ δὴ προθυμῇ εἰσελθεῖν τὸν ϛρατὸν,
-
ἢ ἐπὶ τὰ δεξιὰ παντὸς τοῦ λαοῦ, ἢ κατὰ τὸ μέσον,
-
ἢ ἐπὶ τὰ ἀριστερὰ; οὐδαμοῦ γὰρ τοσοῦτον οἶμαι
-
προσδεῖσθαι πολέμου τοὺς τὰς κεφαλὰς κομῶντας Ἕλ-
-
ληνας. Πρὸς τοῦτον δὲ Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρη-
-
τῶν ἐναντίον ἔλεγεν. Ἐν τῷ μέσῳ μὲν τῶν νεῶν εἰσι
-
καὶ ἄλλοι βοηθεῖν, οἵ τε δύο Αἴαντες καὶ ὁ Τεῦ-
-
κρος, ὃς κράτιστός ἐστιν ἁπάντων τῶν Ἑλλήνων το-
-
ξικῇ, χρηστὸς δέ ἐστι καὶ ἐν τῇ συστάδην καὶ ἐκ χει-
-
ρὸς μάχῃ· οἵγ αὐτὸν . .
-
Ἕκτορα τὸν ὑιὸν τοῦ Πριάμου καὶ εἰ πάνυ ἰσχυ-
-
ρὸς καὶ γενναῖος ὑπάρχει, φοβερὸν αὐτῷ ἔσται,
-
καίπερ πάνυ προθυμουμένῳ πολεμεῖν, ἐκείνων νική-
-
σαντι τὴν προθυμίαν, καὶ τὴν ἰσχὺν τὴν ἄμαχον,
-
ἐμπρῆσαι καὶ κατακαῦσαι τὰς ναῦς, εἰ μὴ αὐτὸς ὁ
-
ὑιὸς τοῦ Κρόνου ἐμβάλοι δαλὸν καιόμενον εἰς τὰς τα-
-
χείας ναῦς, ἀνδρὶ δὲ οὐκ ἂν ὑποχωρήσειεν ὁ τοῦ Τε-
-
λαμῶνος μέγας Αἵας, ὃς ἂν θνητός τε ὑπάρχοι, καὶ
-
τὸν τῆς Δήμητρος σῖτον ἐσθίοι, καὶ σιδήρῳ τρωτὸς