-
ΠΑΡΑΦΡΑΣΙΣ.
- 23
-
τῇ μελαίνῃ νηῒ, πολλὰ σκύλα τῶν Τρῴων εἰσὶν,
-
ἀλλʼ οὐ πλησίον ἐστὶ λαβεῖν· οὐ γὰρ ἐμαυτὸν οἴο-
-
μαι εἶναι ἀμνήμονα ἰσχύος πολεμικῆς, ἀλλʼ ἐν πρώ-
-
τοις κατὰ τὸν πόλεμον τὸν τοὺς ἄνδρας δοξάζοντα
-
ἵσταμαι, ὁπόταν ἐγερθῇ φιλονεικία καὶ ἔρις πολέμου,
-
ἄλλον τινά που τῶν σιδηροθωράκων Ἑλλήνων μᾶλλον
-
λανθάνω μαχόμενος, σὲ δὲ αὐτὸν ἰδέναι ὑπολαμβάνω.
-
Πρὸς τοῦτον Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον
-
ἔλεγεν· Οἶδα οἷος ὑπάρχεις κατʼ ἀρετὴν, τί σε δεῖ
-
ταῦτα λέγειν· εἰ γὰρ νῦν παρὰ ταῖς ναυσὶ καταριθ-
-
μούμεθα πάντες οἱ κράτιστοι εἰς ἐνέδραν, ὅπου μά-
-
λιστα ἡ ἀρετὴ τῶν ἀνδρῶν δείκνυται καὶ φαίνεται, ὅπου
-
( τότε ) καὶ ὁ δειλὸς ἀνὴρ, καὶ ὅς ἐστιν ἰσχυρὸς καὶ ἀν-
-
δρεῖος φανερὸς καὶ δῆλος ἐγένετο. τοῦ μὲν γὰρ δειλοῦ
-
μεταβάλλεται ἡ τοῦ σώματος ἐπιφάνεια ἀπὸ ἄλλου
-
εἰς ἄλλο κατάστημα, οὐδʼ αὐτῷ ἡ ψυχὴ ἐπέχεται
-
ἐν τῷ λογιστικῷ καθῆσθαι ἥσυχος, ἀλλʼ ὑπογονα-
-
τίζει, καὶ ἐφʼ ἑκάτερον πόδα καθίζει· ἡ καρδία δὲ
-
αὐτῷ μεγάλως ἐν τοῖς στέρνοις σφύζει καὶ ὑποκινεῖ-
-
ται παλμῷ, θάνατον προσδοκῶντι, κτύπος δὲ ἀποτε-
-
λεῖται τῶν ὀδόντων· τοῦ ἀνδρείου δὲ οὔτε ἡ ἐπιφά-
-
νεια τοῦ σώματος μεταβάλλει, οὔτε πάνυ φοβεῖται,
-
ἐπὰν ἅπαξ καθεσθῇ ἐν τῇ ἐνέδρᾳ τῶν ἀνδρῶν, εὔ-
-
χεται δὲ τὴν ταχίστην συμβαλεῖν τοῖς πολεμίοις
-
ἐν τῇ χαλεπῇ μάχῃ, οὐδʼ ἂν ἐνταυθά τις καταμέμ-
-
ψοιτο τὴν σὴν δύναμίν τε καὶ προθυμίαν· ἐὰν γὰρ
-
βληθείης ταλαιπωρῶν, καὶ πολεμῶν, ἢ τρωθείης ἐκ
-
χειρὸς, οὐκ ἂν ὄπισθεν ἐν τῷ τραχήλῳ πέσοι τὸ
-
βέλος, οὐδὲ ἐν τοῖς νώτοις, ἀλλὰ ἢ τῶν στέρνων ἂν
-
ἀπαντήσειες, ἢ τῇ γαστρὶ εἰς τὸ πρόσω ὁρμῶντός
-
σου ἐπὶ τὴν ὁμιλίαν καὶ συναναστροφὴν, ἤγουν τὴν
-
μάχην, τῶν πρωταγωνιστῶν· ἀλλʼ ἄγε μὴ λέγωμεν
-
ταῦτα ὡς νήπιοι καὶ ἄφρονες ἑστῶτες, μή τίς που