-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
19
-
νεὺς δὲ ὁ κατὰ τὸ δόρυ ἔνδοξος ἀπήντησεν αὐτῷ, ἐρ-
-
χόμενος ἀπὸ σκηνῆς τινος φίλου, ὅστις αὐτῷ ἐκ τοῦ
-
πολέμου νεωστὶ ἀφίκετο τετρωμένος κατὰ τὸ ὀπίσω τοῦ
-
γόνατος μέρος σιδήρῳ ὀξεῖ, ὃν ἤνεγκαν μὲν οἱ φίλοι·
-
οὗτος δὲ ἐπιτάξας τοῖς ἰατροῖς κατὰ τὴν σκηνὴν ἐπο-
-
ρεύετο εἰς τὸν πόλεμον, ἔτι γὰρ αὐτοῦ προθυμίαν εἶ-
-
χε μεταλαμβάνειν καὶ ἐφάπτεσθαι. Πρὸς τοῦτον δὲ
-
εἶπεν ὁ βασιλεὺς ὁ σείων τὴν γῆν ὁμοιωθεὶς κατὰ τὴν
-
φωνὴν Θοαντι τῷ ὑιῷ τοῦ Ἀνδραίμονος, ὃς πάσης τῆς
-
Πλευρῶνος καὶ τῆς ὑψηλῆς Καλυδῶνος τῶν Αἰτωλῶν
-
ἐβασίλευεν, ὥσπερ δὲ θεὸς ἐτιμᾶτο ὑπὸ τοῦ δήμου.
-
Ὦ Ἰδομενεῦ, γνωμοδότα τῶν Κρητῶν, ποῦ σοι αἱ ἀ-
-
πειλαὶ καὶ διϊσχυρίσεις καὶ καυχήσεις ἐχώρησαν, ἃς
-
ἠπείλουν τοῖς Τρῳσὶν οἱ ὑιοὶ τῶν Ἑλλήνων; Πρὸς τοῦ-
-
τον δὲ Ἰδομενεὺς ὁ ἀρχηγὸς τῶν Κρητῶν ἐναντίον ἔλε-
-
γεν· ὦ θόαν, οὐδεὶς ἀνὴρ νυνὶ ὑπαίτιός ἐστιν, ὅσον
-
ἐγὼ οἶδα, πάντες γὰρ ἐπιστάμεθα μάχεσθαι, οὐτέ
-
τινα φόβος ἐπέχει ἀψυχοποιὸς, οὔτε τις δειλίᾳ ( ἀμε-
-
λείᾳ) ὑπείκων καὶ ἐνδιδοὺς ἀναβάλλεται τὸν χαλεπὸν
-
πόλεμον, ἀλλά γε οὕτω που ἔοικεν εἶναι ἀρεστὸν τῷ
-
μεγαλοδυνάμῳ ὑιῷ τοῦ Κρόνου, ἀνωνύμους φθαρῆναι
-
πόῤῥω τοῦ Ἄργους ἐνταῦθα τοὺς Ἕλληνας. ἀλλʼ, ὦ
-
Θόαν, καὶ γὰρ τὸ πρότερον ὑπομονητικὸς ἐν τῇ μάχῃ
-
ὑπῆρχες, πρȣ̓́τρεπες γὰρ καὶ ἄλλον ὁπηνίκα καταλεί-
-
ποντα καὶ ἀμελοῦντα ἑώρας, διʼ ὃ καὶ νῦν μήτε σὺ ἀ-
-
ποπαύου, καὶ ἑκάστῳ ἀνδρὶ παρακελεύου· Πρὸς τοῦ-
-
τον δὲ μετὰ ταῦτα ἀπεκρίνετο Ποσειδῶν ὁ κινῶν τὴν
-
γῆν· Ὦ Ἰδομενεῦ, μὴ τοῦ λοιποῦ ἐκεῖνος ὁ ἀνὴρ ὑπο-
-
στρέψειεν ἐκ τῆς Τροίας, ἀλλʼ αὐτόθι γένοιτο παίγνια
-
κυνῶν, ὅστις εν τῇδε τῇ ἡμέρᾳ ἐθελουσίως καταλείπει
-
τὸ μάχεσθαι· ἀλλʼ ἄγε λαβὼν τὰ ὅπλα, πορεύθητι ἐν-
-
θαδε, ταῦτα γὰρ ὁμοῦ δεῖ μετὰ κακοπαθείας καὶ τα-
-
λαιπωρίας ἐνεργεῖν, εἴποτέ τις ὠφέλεια γενοίμεθα, ϗ
-
οἱ δύο ὑπάρχοντές· ἡ ἀρετὴ δὲ καὶ δύναμις καὶ τῶν πά-
-
νυ ἀνάνδρων καὶ δειλῶν συμφορητὴ καὶ συνακτὴ ἐϛίν·
-
ἡμεῖς δὲ καὶ ἀγαθοῖς ἂν καὶ ἀνδρείοις ἐμπείρως ἔχο-