-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
17
-
τὰ ποικίλως κατεσκευασμένα σιδήρῳ, ὁ Τεῦκρος δὲ
-
ὥρμησε προθυμούμενος ἐκδύσαι τὰ ὅπλα. Ὁ Ἕκτωρ
-
δὲ ὁρμήσαντος ἔβαλε δόρατι λαμπρῷ, ἀλλʼ οὗτος μὲν
-
ἐξ ἐναντίας ἰδὼν ἐφυλάξατο τὸ σιδηροῦν δόρυ βραχύ·
-
οὗτος δὲ Ἀμφίμαχον τὸν ὑιὸν τοῦ Κτεάτου τοῦ ὑιοῦ τοῦ
-
Ἄκτορος, πορευόμενον εἰς τὸν πόλεμον ἔτρωσε κατὰ
-
τὸ στῆθος δόρατι, ἐψόφησε δὲ καταπεσὼν, ἤχησαν
-
γὰρ τὰ ὅπλα ἐπʼ αὐτῷ. ὁ Ἕκτωρ δὲ ὥρμησεν τὴν τοῖς
-
μήνιγξιν ἐφηρμοσμένην περικεφαλαίν ἀφελέσθαι τῆς
-
κεφαλῆς Ἀμφιμάχου τοῦ μεγαλοψύχου. ὁ Αἴας δὲ ὁρ-
-
μήσαντος τοῦ Ἕκτορος ἔβαλε δόρατι λαμπρῷ, ἀλλʼ
-
οὐ διὰ τοῦ σώματος διῆλθε, πᾶς δὲ σιδήρῳ κατα-
-
πληκτικῷ κεκαλυμμένος ἦν, οὗτος δὲ τὸν ὀμφαλὸν τῆς
-
ἀσπίδος ἔβαλεν, ὤθησε δὲ αὐτὸν δυνάμει μεγάλῃ,
-
οὗτος δὲ ὑπεχώρησεν εἰς τοὐπίσω τῶν δύο νεκρῶν·
-
τούτους δὲ ἐξείλκυσαν οἱ Ἕλληνες. Τὸν μὲν οὖν Ἀμ-
-
φίμαχον ὁ Στιχίος καὶ ὁ ἐνδοξότατος Μενεσθεὺς οἱ ἀρ-
-
χηγοὶ τῶν Ἀθηναίων ἐκόμισαν πρὸς τὸ πλῆθος τῶν
-
Ἑλλήνων· τὸν Ἴμβριον δὲ οἱ Αἴαντες προθυμίαν ἔχον-
-
τες ἰσχύος πολεμικῆς· ὥσπερ ὅταν δύο λέοντες ἀπὸ
-
κυνῶν ὀξεῖς καὶ ἐπικαμπεῖς ὀδόντας ἐχόντων, αἶγα
-
ἀφελόμενοι φέρωσι κατὰ τὰ ῥωπεῖα, ἤτοι τοὺς τόπους,
-
ἐν οἷς ῥῶπες φύονται, ἤτοι πολύφυλλα καὶ ἱμαντώδη
-
φυτὰ δρυῶν, ἐφʼ ὕψους ὑπεράνω τῆς γῆς, κατέχοντες
-
αὐτὴν ἐν ταῖς σιαγόσιν· οὕτω δὴ τοῦτον ἐφʼ ὕψους κατ-
-
έχοντες οἱ δύο ὁπλίται Αἴαντες τὰ ὅπλα ἐσύλησαν,
-
τὴν κεφαλὴν ἀπὸ τοῦ ἁπαλοῦ τραχήλου ἀπέτεμεν ὁ
-
ὑιὸς τοῦ Ὀϊλέως, ὀργισθεὶς ἕνεκα τοῦ Ἀμφιμάχου,
-
ἔῤῥιψε δὲ αὐτὴν διὰ τοῦ στρατοῦ δίκην σφαίρας συ-
-
στρέψας τὴν χεῖρα, ἔμπροσθεν δὲ τῶν ποδῶν τοῦ Ἕ-
-
κτορος κατέπεσεν ἐν τοῖς χώμασι, καὶ τότε δὴ ὠργί-
-
σθη κατὰ ψυχὴν ὁ Ποσειδῶν ἀποθανόντος τοῦ ἐγγόνου
-
ἐν τῇ χαλεπῇ μάχη, ὥρμησε δὲ πορεύεσθαι πρὸς τὰς
-
σκηνὰς καὶ τὰς ναῦς τῶν Ἑλλήνων, παροξύνων τοὺς
-
Ἕλληνας, τοῖς Τρῳσὶ δὲ λύπας κατεσκεύαζεν. Ἰδομε-
-
VOL. III.