-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
15
-
πάντων τὴν ψυχήν τε καὶ ἰσχὺν (τὴν προθυμίαν). Δηΐ-
-
φοβος δὲ ἐν τούτοις μεγαλοφρονῶν ὥρμησεν ὁ ὑιὸς τοῦ
-
Πριάμου, ἔμπροσθεν δὲ ἐκράτει τὴν πανταχόθεν ἴσην
-
καὶ κυκλοτερῆ ἀσπίδα, μετεώρως καὶ ἐπʼ ἄκρων τῶν
-
ποδῶν βαδίζων, καὶ τῷ κύκλῳ τῆς ἰδίας ἀσπίδος τὸ
-
σῶμα ὑποκρύπτων, ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τι-
-
θεὶς, τοὐτέστι περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ
-
τὴν πορείαν· Ὁ Μηριόνης δὲ αὐτοῦ ἐστοχάζετο δόρατι
-
λαμπρῷ, καὶ ἔπληξεν, οὐδὲ ἀπέτυχε, κατὰ τὴν κυκλο-
-
τερῆ ἀσπίδα τὴν ἐκ βύρσης ταυρείας· διʼ αὐτῆς δὲ
-
οὐδαμῶς διῆλθεν, ἀλλὰ πολλῷ πρότερον κατὰ τὸν
-
καυλὸν ( τὸ ἄκρον τοῦ δόρατος τὸ ἐμβαλλόμενον εἰς τὴν
-
ἐπιδορατίδα) κατεκλάσθη τὸ μακρὸν δόρυ. ὁ Δηΐφοβος
-
δὲ τὴν ταυρείαν ἀσπίδα ἐκράτησεν ἀφʼ ἑαυτοῦ, ἐφοβήθη
-
δὲ ἐν τῇ ψυχῇ τὸ δόρυ τοῦ Μηριόνου τοῦ συνετοῦ· οὗτος
-
δὲ ὁ ἥρως ὀπίσω εἰς τὸ πλῆθος τῶν φίλων ἀνεχώρησεν,
-
ἐλυπήθη δὲ χαλεπῶς, κατʼ ἀμφότερον, ἐπί τε τῷ τῆς
-
νίκης στερηθῆναι, και ἐπὶ τῷ κλασθῆναι τὸ δόρυ. ὥρ-
-
μῆσε δὲ πορεύεσθαι ἐπὶ τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν
-
Ἑλλήνων, κομίσων τὸ μακρόν δόρυ, ὅπερ αὐτῷ κατε-
-
λείφθη ἐν τῇ σκηνῇ· οἱ ἄλλοι δὲ ἐμάχοντο, θόρυβος δὲ
-
ἀκατάπαυστος διηγέρθη. Πρῶτον δὲ ὁ τοῦ Τελαμῶνος
-
Τεῦκρος ἀπέκτεινεν ἄνδρα Ἴμβριον πολεμιστὴν, τὸν
-
ὑιὸν Μέντορος τοῦ πολλοὺς ἵππους ἔχοντος, κατώκει δὲ
-
Πήδαιον τὴν πόλιν πρὸ τοῦ ἐλθεῖν τοὺς ὑιοὺς τῶν Ἑλ-
-
λήνων, εἶχε δὲ γυναῖκα Μηδεσικάστην τὴν νόθην θυγα-
-
τέρα τοῦ Πριάμου. ἐπεὶ δε αἱ ἀμφοτέρωθεν περιϛρεφό-
-
μεναι νῆες τῶν Ἑλλήνων ἦλθον, ὀπίσω εἰς τὸ Ἵλιον ἀ
-
φίκετο, διέπρεπε δὲ ἐπὶ πᾶσι τοῖς Τρῳσὶ, κατῴκει
-
δὲ πλησίον τοῦ Πριάμου· οὗτος δʼ αὐτὸν ἐτίμα ὁμοίως
-
τοῖς τέκνοις. Τοῦτον δὴ ὁ ὑιὸς τοῦ Τελαμῶνος ὑποκά-
-
τω τοῦ ὠτὸς δόρατι μακρῷ ἔπληξεν, ἐξέσπασε δὲ τὸ
-
δόρυ, αὐτὸς δὲ κατέπεσεν ὥσπερ μελία, ἥτις ἂν ἐν
-
ταῖς κορυφαῖς τοῦ ὄρους τοῦ πόῤῥωθεν φαινομένου (ὁρω-
-
μένου) σιδήρῳ τεμνομένη, τὰ ἁπαλὰ φύλλα πλησιάσῃ
-
τῇ γῇ. Οὕτω κατέπεσε, περὶ αὐτὸν δὲ ἤχησαν τὰ ὅπλα