-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
13
- Αἴαντας ἵϛαντο αἱ τάξεις αἱ ἰσχυραι, ἅς τινας οὔτʼ ἂν
-
ὁ Ἄρης μέμψαιτο παρελθὼν, οὔτʼ ἂν ἡ τοὺς λαούς παρ-
-
ορμῶσα Ἀθηνᾶ, οἱ γὰρ κράτιστοι διαχωρισθέντες παρ-
-
έμενον τοὺς Τρῷας καὶ τὸν ἐνδοξότατον Ἕκτορα, συμ-
-
βαλόντες δόρατα δόρασι, καὶ ἀσπίδας ἀσπίσιν ἀλλεπ-
-
αλλήλως. Ἀσπὶς τοίνυν ἐπεστήριζεν ἀσπίδα, καὶ πε-
-
ρικεφαλαία περικεφαλαίαν, καὶ ἄνδρα ἀνὴρ· ἠρέμα δὲ
-
ἥπτοντο αἱ ἱππείας ἔχουσαι τρίχας περικεφαλαῖαι τοῖς
-
λαμπροῖς προμετωπιδίοις ἐπαναστήμασι τῶν κλινομέ-
-
νων λόφων, οὕτως ἀλλεπάλληλοι ἐφίσταντο ἀλλήλοις,
-
τὰ δόρατα δὲ ἐβάλλοντο ἀπὸ τῶν θρασειῶν χειρῶν κινȣ́-
-
μενα· ȣ͂̔τοι δὲ εὐθὺ μετὰ φρονήματος ὥρμων, προὐτρά-
-
πησαν δὲ πολεμεῖν. Οἱ Τρῷες δὲ προπαρενέβαλον (προ-
-
σέπεσον καὶ συνῆλθον) ἀθρόοι, προηγεῖτο δὲ ὁ Ἕκτωρ,
-
ἐναντίον προθύμως ὁρμῶν, ὥσπερ λίθος στρογγύλος
-
ἀπὸ πέτρας, ὃν ἂν ποταμὸς ῥέων κατὰ τὸν χειμῶνα
-
ὠθήσῃ ἀπὸ τῆς πέτρας, ἐκκόψας αὐτὸν πολλῇ ἐπομ-
-
βρίᾳ, ἐρείσματα ὑποκείμενα ὄντα πέτρας τραχείας,
-
ἐφʼ ὕψους δὲ ἀναπηδῶν ταχέως φέρεται, ἠχεῖ δὲ ὑπʼ
-
αὐτοῦ ο δρυμὸς, οὗτος δὲ ἀνεμποδίστως τρέχει, ἕως ἂν
-
ἀφίκηται εἰς ἰσόμαλον· τότε δὲ οὐδαμῶς κυλίεται, καί-
-
περ ἐπειγόμενος. Οὕτως ὁ Ἕκτωρ τέως μὲν διετείνετο
-
μέχρι τῆς θαλάσσης ῥαδίως ἀφίξεσθαι καὶ τὰς σκηνὰς
-
καὶ τὰς ναῦς τῶν Ἑλλήνων, ἀποκτείνων· ἀλλʼ ὁπηνίκα
-
δὴ ταῖς πυκναῖς ἐνέτυχε τάξεσιν, ἔστη δὴ πάνυ ἐνε-
-
ρείσας ( πλησιάσας ), ἐναντίον δὲ οἱ ὑιοὶ τῶν Ἑλλή-
-
νων πλήσσοντες ξίφεσι καὶ δόρασιν ἑκατέρωθεν ἠκονη-
-
μένοις, ἀπέκρουσαν ἀφʼ ἑαυτῶν, ὁ δὲ διασεισθεὶς ἀν-
-
( ὑπ)εχώρησεν, ἐβόησε δὲ ἐξακούστως μεγάλως τοῖς
-
Τρῳσὶ φωνῶν· Ὦ Τρῷες καὶ Λύκιοι, καὶ Δάρδανοι πο-
-
λεμισταὶ παραμένετε, οὐκ ἐπὶ πολύ με κωλύσουσιν
-
οἱ Ἕλληνες, καὶ πάνυ φαλαγγηδὸν ἑαυτοὺς συντάξαν-
-
τες, ἀλλά μοι μόνῳ ὑποχωρήσουσιν ὑπὸ τοῦ δόρατος,
-
εἰ ἀληθῶς με ὁ ἄριστος τῶν θεῶν διήγειρεν ὁ μεγα-
-
λόκτυπος ἀνὴρ τῆς Ἥρας. Οὕτως εἰπὼν παρώξυνε