-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
Φεῦ φεῦ, ὄντως που μέγα θαῦμα τοῦτο τοῖς ὀφθαλ-
-
μοῖς ὁρῶ φοβερὸν, ὅπερ οὐδέποτʼ ἔγωγε ᾠόμην γε-
-
νήσεσθαι, τοὺς Τρῷας ἐπὶ τὰς ἡμετέρας ἔρχεσθαι
-
ναῦς, οἳ τὸ πρῶτον δειλαῖς ἐλάφοις ὅμοιοι ἦσαν, αἳ
-
δὴ κατὰ τὸν δρυμὸν πανθηρίων, καὶ παρδάλεων, καὶ
-
λύκων· βρόματά εἰσι, μάτην πλανώμεναι, ἀσθενεῖς,
-
ουδὲ ἐπὶ μάχῃ· οὕτως οἱ Τρῷες τὸ πρῶτον τὴν τῶν
-
Ἑλλήνων ἰσχύν τε καὶ τὰς χεῖρας μένειν οὐκ ἤθελον
-
ἐξ ἐναντίας, οὐδʼ ἐπὶ μικρόν· νῦν δὲ πόῤῥω τῆς πό-
-
λεως ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμοῦσι δειλίᾳ
-
καὶ κακίᾳ ἡγεμόνος, καὶ ἀμελείᾳ τοῦ στρατοῦ, ὃς
-
ἐκείνῳ διενεχθεὶς, βοηθεῖν οὐκ ἐθέλει ὑπερ τῶν τα-
-
χειῶν νεῶν, ἀλλʼ ἀναιροῦνται κατʼ αὐτάς· ἀλλʼ εἰ δὴ
-
καὶ πάνυ κατʼ ἀλήθειαν ὑπαίτιός ἐστιν ὁ ἥρως ὁ ὑιὸς
-
τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων, διότι
-
ἠτίμασε τὸν ταχύποδα ὑιὸν τοῦ Πηλέως· ἡμᾶς γε
-
οὐ δεῖ καταλείπειν τὸν πόλεμον, ἀλλʼ ἰασώμεθα
-
διὰ τάχους τὸ γεγονὸς, εὐθράπευτοι καὶ ευΐατοί
-
εἰσιν αἱ τῶν ἀγαθῶν φρένες, ὑμεῖς δὲ οὐδʼ ὅλως κα-
-
λῶς καταλείπετε τὴν ὁρμητικὴν καὶ πολεμικὴν ἰσχὺν
-
πάντες κράτιστοι ὄντες κατὰ τὸν στρατόν· οὐδʼ ἂν
-
αυτός γε ἄνδρα λοιδορήσαιμι, ὅστις τὸν πόλεμον κα-
-
ταλείπει ἄδοξος ὢν, ὑμῖν δὲ μέμφομαι κατὰ ψυχὴν,
-
ὦ προσηνεῖς, ταχέως δὴ μείζονα δεινὰ ποιήσετε τῇ
-
παρούσῃ ἀμελείᾳ· ἀλλʼ ἑμβάλετε πάντες εἰς τὸ λο-
-
γιστικὸν αἰσχύνην καὶ μέμψιν· μεγάλη γὰρ πολέ-
-
μου φιλονεικία διανέστη. Ὁ Ἕκτωρ νῦν παρὰ ταῖς
-
ναυσὶ μάχεται ὁ κατὰ πόλεμον ἀγαθὸς, ὁ ἰσχυρὸς,
-
διέῤῥηξε δὲ καὶ καθεῖλε τὰς πύλας καὶ τὸν μέγαν
-
μοχλόν. Οὕτω δὴ παρακελευόμενος ὁ τὴν γῆν συνέ-
-
χων διήγειρε τοὺς Ἕλληνας. Περὶ τοὺς δύο δʼ οὖν