-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
κνημῶν κατενόησα ῥᾳδίως ἀπερχομένου, εὔγνωστοι δέ
-
εἰσιν οἱ θεοί· καὶ δὴ ἐμοὶ αὐτῷ ἡ ψυχὴ ἐν τοῖς ἀγα-
-
πητοῖς στήθεσι μᾶλλον προτρέπεται πολεμεῖν καὶ
-
μάχεσθαι, μετὰ προθυμίας δὲ ὁρμῶσι κάτωθεν οἱ
-
πόδες καὶ αἱ χεῖρες ἄνωθεν. Πρὸς τοῦτον δὲ ἀποκρι-
-
νόμενος εἶπεν Αἴας ὁ Τελαμῶνος. Οὕτως ἐν τῷ πα-
-
ρόντι κᾀμοὶ περὶ τὸ δόρυ αἱ χεῖρες ἀπροσπέλαστοι
-
προθύμως ὁρμῶσι, καί μοι ἡ ἰσχὺς ὥρμηται, κά-
-
τωθεν δὲ τοῖς ποσὶν ὥρμημαι ἀμφοτέροις· προθυμοῦ-
-
μαι δὲ καὶ ἐγὼ πολεμεῖν Ἕκτορι τῷ ὑιῷ τοῦ Πριά-
-
μου, ἀπληρώτως μετὰ προθυμίας ὁρμῶντι. Οὕτως
-
οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον χαίροντες
-
διὰ τὴν μάχην, ἣν αὐτοῖς ὁ θεὸς ἐνέβαλε τῇ ψυχῇ.
-
Τηνικαῦτα δὲ τοὺς Ἕλληνας διήγειρεν ὁ τὴν γῆν συν-
-
έχων, οἳ παρὰ ταῖς ναυσὶν ταῖς ταχείαις ἀνέπαυον
-
τὴν ἀγαπητὴν ψυχὴν, ἤτοι τὸ πνεῦμα· ὧν δὴ ἅμα
-
καὶ ταλαιπωρίᾳ χαλεπῇ τὰ προσφιλῆ μέλη παρελύ-
-
θησαν, καὶ λύπη αὐτοῖς κατὰ τὴν ψυχὴν ἐγίνετο ὁρῶ-
-
σι τοὺς Τρῷας, οἳ τῷ πλήθει ὑπερέβησαν τὸ μέγα
-
τεῖχος. τούτους οὗτοι βλέποντες ὑπὸ ταῖς ὀφρύσιν
-
ἐδακρυῤῥόουν· οὐ γὰρ ὤοντο ἐκφεύξεσθαι τὸ δεινόν·
-
ἀλλʼ ὁ κινῶν τὴν γῆν ῥᾳδίως πρὸς αὐτοὺς ἀφικόμενος,
-
παρώξυνε τὰς τάξεις· πρῶτον δʼ ἐπὶ τὸν Τεῦκρον ἦλ-
-
θε καὶ τὸν Λήϊτον προτρέπων, καὶ τὸν ἥρωα Πηνέ-
-
λαον, καὶ τὸν θόαντα, καὶ τὸν Δηΐπυρον, καὶ τὸν Μη-
-
ριόνην, καὶ τὸν Ἀντίλοχον, τοὺς ἐπιστήμονας τῆς μά-
-
χης· τούτους οὗτος διεγείρων λόγους ταχεῖς ἔλεγεν·
-
Αἰσχύνη ἔστω, ὦ Ἕλληνες, νέοι νεανίαι, ἔγωγε ὑμῖν
-
μαχομένοις θαῤῥῶ σώσειν τὰς ἐμὰς ναῦς, εἰ δὲ ὑ-
-
μεῖς καταλείψετε τὸν δεινὸν καὶ ὀλέθριον θάνατον,
-
νῦν δὴ ἀνεφάνη ἡμέρα ἀναιρεθῆναι ὑπὸ τῶν Τρῴων.