-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
Ἕλληνας· ἀλλὰ Ποσειδῶν ὁ τὴν γῆν συνέχων, καὶ
-
κινῶν αὐτὴν, τοὺς Ἕλληνας διήγειρεν, ἐκ τῆς βαθείας
-
θαλάσσης ἀφικόμενος, ὁμοιωθεὶς Κάλχαντι κατὰ τὸ σῶ-
-
μα καὶ τὴν ἀκαταπόνητον φωνήν. πρὸς τοὺς Αἴαντας
-
πρῶτον εἶπε, προθυμουμένους καὶ αὐτούς· Ὦ Αἴαντες,
-
ὑμεῖς γε μὴν σώσετε τὸν στρατὸν τῶν Ἑλλήνων, ἰσχύος
-
μνησθέντες, καὶ οὐ φρικτῆς καὶ φοβερᾶς φυγῆς· κατ’
-
ἄλλην μὲν γὰρ παράταξιν οὐ δέδοικα ἔγωγε τὰς ἀ-
-
ποσπελάστους χεῖρας τῶν Τρῴων, οἳ τῷ πλήθει
-
ὑπερέβησαν τὸ μέγα τεῖχος· κωλύσουσι γὰρ ἅπαν-
-
τας οἱ εὔοπλοι Ἕλληνες· ἐνταῦθα δὲ χαλεπώτατα δέ-
-
δοικα μή τι πάθωμεν, ὅπου ὁ μαινόμενος, ὅμοιος φλο-
-
γὶ, ἡγεῖται τοῦ στρατοὺ Ἕκτωρ· ὅς καυχᾶται εἶναι
-
ὑιὸς τοῦ μεγαλοδυνάμου Διός· ὑμῖν δὲ εἴθε τις τῶν
-
θεῶν οὕτως ἐν τῇ διανοίᾳ ποιήσειεν, ὥστε ὑμᾶς τε
-
ἰσχυρῶς καὶ γενναίως ἑστάναι, καὶ τοὺς ἄλλους ὀ-
-
τρύνειν, οἵ γʼ ἂν καίπερ ἐφορμῶντα ἀποστρέψετε καὶ
-
τὴν γῆν συνέχων καὶ κινῶν αὐτὴν ἀμφοτέρους πλήξας,
-
ἐπλήρωσεν ἰσχυρᾶς εὐτολμίας, τὰ μέλη δὲ αὐτῶν
-
ἐποίησε κοῦφα, τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν· αὐ-
-
τὸς δε ὥσπερ ἰέραξ ταχὺς εὶς τὸ πετεσθαι ὥρμησεν·
-
ὃς δὴ ἀπὸ ὑψηλῆς πέτρας ὑπερμεγέθους ἐπαρθεὶς, καὶ
-
ἀποπτὰς ὁρμήσῃ διὰ τοῦ πεδίου διώκειν ὄρνεον ἕτε-
-
ρον τῷ εἴδει· οὕτως ἀπὸ τούτων ὥρμησε Ποσειδῶν
-
ὁ κινῶν τὴν γῆν. τούτων δὲ πρότερος ὁ τοῦ Ὀϊλέως
-
ταχὺς Αἴας ἐνόησε, ταχέως δε πρὸς τὸν τοῦ Τελα-
-
μῶνος ὑιὸν Αἴαντα εἶπεν. Ὦ Αἶαν͂, ἐπειδή τις ἡμᾶς
-
τῶν θεῶν, οἳ τὸν οὐρανὸν κατοικοῦσιν, ὁμοιωθεὶς τῷ
-
μάντει προτρέπει πολεμεῖν παρὰ ταῖς ναυσὶν· οὐ
-
γὰρ οὗτός γε Κάλχας ἐστὶν ὁ ἐκ θεοῦ προλέγων οἰω-
-
νοσκόπος, τὰ γὰρ ἴχνη τῶν ποδῶν ὄπισθεν καὶ τῶν