-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
ἐκεῖ δὴ οὗτος ἐκ τῆς θαλάσσης παραγενόμενος ἐκαθέ-
-
ζετο, ἠλέει δὲ τοὺς Ἕλληνας δαμαζομένους ὑπὸ τῶν
-
Τρῴων, τῷ Διῒ δὲ ὑπερβαλλόντως ἐμέμφετο· εὐθέως
-
δε κατέβη ἐκ τοῦ ὄρους τοῦ τραχέος, ταχέως τοῖς πο-
-
σὶ προβαίνων, ἔτρεμον δὲ τὰ ὑψηλὰ ὄρη καὶ ὁ δρυ-
-
μὸς ὑπὸ τῶν ἀθανάτων ποδῶν τοῦ Ποσειδῶνος πο-
-
ρευομένου. Τρὶς μὲν οὖν ὥρμησε πορεύομενος (ἐξέτει-
-
νε τὸ βῆμα ), τὸ τέταρτον δὲ κατέλαβε τὸ τέλος, τὰς
-
Αἰγὰς, τὴν νῆσον· ἐκεῖ δ’ αὐτῷ ἔνδοξα οἰκήματα ἐν
-
τῷ βάθει τῆς θαλάσσης, χρυσᾶ, ὑπέρλαμπρα κατε-
-
σκεύασται ἄφθαρτα τὸν πάντα χρονον· ἐκεῖ παραγε
-
νόμενος ὑπεζεύγνυε τῷ ὀχήματι τοὺς στερεόποδας
-
ἵππους τοὺς ταχέως τρέχοντας, τοὺς χρυσαῖς θριξὶν
-
τετριχωμένους, χρυσὸν δὲ αὐτὸς ἐνεδύσατο περὶ τὸ σῶ-
-
μα, ἔλαβε δὲ χρυσῆν μάστιγα καλῶς κατεσκευασμέ-
-
νην, ἐπέβη δὲ τοῦ ἑαυτοῦ δίφρου, ὥρμησε δὲ ἐλαύ-
-
νειν κατὰ τῶν κυμάτων, ἐσκίρτων δὲ καὶ ἔχαιρον οἱ
-
παμμεγέθεις ἰχθύες δι’ αὐτὸν πανταχόθεν ἐκ τῶν κα-
-
ταδύσεων, οὐδε ἠγνόησαν τὸν ἑαυτῶν βασιλέα, χαρᾷ
-
δὲ ἡ θάλασσα διεχωρίζετο· οἱ δὲ ἔτρεχον πάνυ ταχέ-
-
ως, οὐδὲ κάτωθεν διεβρέχετο ὁ σιδηροῦς ἄξων· τοῦτον
-
δὲ εἰς τὰς ναῦς τῶν Ἑλλήνων οἱ εὐκίνητοι καὶ ταχεῖς
-
ἵπποι ἔφερον· ἔστι δέ τι σπήλαιον πλατὺ ἐν τοῖς βά-
-
θεσι τῆς βαθείας θαλάσσης μεταξὺ τῆς Τενέδου καὶ
-
τῆς Ἴμβρου τῆς τραχείας, ἐκεῖ τοὺς ἵππους ἔστησε
-
Ποσειδῶν ὁ κινῶν τὴν γῆν, λύσας αὐτοὺς ἐκ τοῦ ὀχή-
-
ματος· παρέβαλε δὲ καὶ παρέθηκε θείαν τροφὴν ἐ-
-
σθίειν, περὶ τοὺς πόδας δὲ ἔβαλε χρυσοῦς δεσμοὺς
-
ἀῥῥαγεῖς καὶ ἀλύτους, ὅπως ἀσφαλῶς (ἀκινήτως) αὐ-
-
τόθι παραμένοιεν τὸν βασιλέα ἐπανιόντα· οὗτος δε εἰς
-
τὸν στρατὸν ἐπορεύθη τῶν Ἑλλήνων. Οἱ Τρῷες δὲ ὅ-
-
μοιοι φλογὶ καὶ συστροφῇ ἀνέμου ἀθρόοι, ἀπληρώτως
-
προθύμως ὁρμῶντες, ἠκολȣ́θȣν Ἕκτορι τῷ ὑιῷ τοῦ Πρι-
-
άμου πολύηχοι, θορυβώδεις, ἤλπιζον δὲ τὰς ναῦς τῶν
-
Ἑλλήνων ἀφανίσειν, ἀναιρήσειν δὲ αὐτόθι πάντας τοὺς