-
- ΤΗΣ ΟΜΗΡΟΥ
-
-
ΙΛΙΑΔΟΣ
- ΡΑΨΩΔΙΑ Ν.
-
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῷάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
-
Τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν
-
Νωλεμέως· αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
-
Νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν,
-
5 Μυσῶν τʼ ἀγχεμάχων, καὶ ἀγαυῶν Ἱππημολγῶν,
-
Γλακτοφάγων, ἀβίων τε, δικαιοτάτων ἀνθρώπων·
-
Ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·
-
Οὐ γὰρ ὅγʼ ἀθανάτων τίν’ ἐέλπετο ὃν κατὰ θυμὸν
-
Ἐλθόντʼ, ἢ Τρῷεσσιν ἀρηγέμεν, ἢ Δαναοῖσιν.
-
10 Οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων Ἐνοσίχθων·
-
Καὶ γὰρ ὁ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
-
Ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
-
Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
-
Φαίνετο δὲ Πριάμοιο πόλις, καὶ νῆες Ἀχαιῶν.