-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
37
- πάλιν δὲ τὸν μέγαν αἰγιαλὸν τοῖς ψάμμοις κατακά-
-
λυψον, ὅπως ἄν σοι τὸ μέγα τεῖχος τῶν Ἑλλήνων
- καταλυθῇ καὶ ἀφανισθῇ. Οὕπως οὗτοι μὲν τοιαῦτα
- πρὸς ἀλλήλους ἔλεγον, ἔδυ τε ὁ ἥλιος, ἀπήρτιστο δὲ
- τὸ ἔργον τῶν Ἑλλήνων, βοῦς δὲ ἐφόνευον κατὰ τὰς
- σκηνὰς εἰς δείπνου κατασκευὴν, ϗ ἐδειπνοποιοῦντο.
- νῆες δὲ ἐκ τῆς Λήμνου παρεγένοντο κομίζουσαι οἶνον
- πολλαὶ, ἃς ἔπεμψεν Εὔνηος ὁ υἱὸς τȣ͂ Ἰάσοιος, ὃν
- δὴ ἔτεκεν ἡ Ὑψιπύλη εὐνηθεῖσα Ἰάσονι τῷ βασιλεῖ
- τῶν λαῶν· ἰδίᾳ δὲ τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγα-
-
μέμνονι καὶ τῷ Μενελάῳ ἔδωκεν ὁ ὑιὸς τοῦ Ἱάσονος
- ἄγειν οἶνον χίλια μέτρα. Ἐντεῦθεν δὴ οἶνον ωνȣ͂ντο
- οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες, ἄλλοι μὲν διὰ
- σιδήρου λαμπροῦ, ἄλλοι δὲ διὰ δερμάτων, ἄλλοι
- δὲ δι’ αὐτῶν τῶν βοῶν, ἄλλοι δὲ δι’ αἰχμαλώτων·
- ἐποιοῦντο δὲ δαψιλῆ εὐωχίαν. Δι’ ὅλης μὲν οὖν τῆς
- νυκτὸς μετὰ ταῦτα οἱ τὰς κεφαλὰς κομῶντες Ἕλλη-
-
νες εὐωχοῦντο, οἱ Τρῷες δὲ καὶ οἱ σύμμαχοι αὐτῶν
- κατὰ τὴν πόλιν· δι’ ὅλης δὲ τῆς νυκτὸς κακὰ αὐτοῖς
- ἐβουλεύετο ὁ βουλευτικὸς Ζεὺς, καταπληκτικῶς βρον-
- τῶν· τούτους δὲ χλωροποιὸς φόβος κατελάμβανε,
- οἶνον δὲ ἐκ τῶν ποτηρίων εἰς γῆν κατέχεαν, οὐ δὲ
- ὑπέμεινέ τις πιεῖν πρότερον, πρὶν ἢ σπεῖσαι τῶ
-
μεγαλοδυνάμῳ υἱῷ τοῦ Κρόνου· Ἀνεκλίθησαν δ’ οὖν
- μετὰ ταῦτα, καὶ τὸ δῶρον τοῦ ὕπνου ἔλαβον, ἤτοι
- αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδής ὕπνος
- δωρεῖται.