-
36
- ΙΛΙΑΔΟΣ Η.
-
Αὖθις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
-
Ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν·
-
Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
-
465 Δύσσετό τʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν.
-
Βουφόνεον δὲ κατὰ κλισίας, καὶ δόρπον ἕλοντο.
-
Νῆες δʼ ἐκ Λήμνοιο παρέσταν, οἶνον ἄγȣσαι,
-
Πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
-
Τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.
-
470 Χωρὶς δʼ Ἀτρείδῃσ’, Ἀγαμέμνονι καὶ Μενελάῳ,
-
Δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ, χίλια μέτρα.
-
Ἔνθεν ἄρ’ οἰνίζοντο καρηκομόωντες Ἀχαιοί,
-
Ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,
-
Ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτοῖσι βόεσσιν,
-
475 Ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν·
-
Παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοὶ
-
Δαίνυντο, Τρῷες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι.
-
Παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς,
-
Σμερδαλέα κτυπέων· τȣ̀ς δὲ χλωρὸν δέος ᾕρει·
-
480 Οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, ȣ̓δέ τις ἔτλη
-
Πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
-
Κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.