-
ΠΑΡΑΦΡΑΣΙΣ.
-
35
-
δὴ περὶ τὴν πυρὰν συνήθροιστο ὁ λαὸς τῶν Ἑλλήνων
-
κριτὸς, ἤτοι εἰς αὐτὸ τοῦτο κριθεὶς τὸ περὶ τὴν πυρ-
-
καϊὰν ἐκπονῆσαι· τάφον δὲ περὶ αὐτὴν ἕνα ἐποίουν
-
ἐκπορευθέντες τοῦ πεδίου, ἄκριτον ἤτοι μὴ καθέκα-
-
στον διακρινόμενον, περὶ αὐτὸν δὲ ᾠκοδόμησαν τεῖ-
-
χος, πύργους ὑψηλοὺς, φυλακὴν τῶν τε νεῶν καὶ
-
ἑαυτῶν· ἐν αὐτοῖς δὲ πύλας κατεσκεύαζον καλῶς ἡρ-
-
μοσμένας, ὅπως δὶ αὐτῶν ὑπάρχοι ὁδὸς ἱππικὴ
-
ἔξωθεν δὲ ἔσκαψαν τάφρον βαθεῖαν ἐπʼ αὐτῷ, πλα-
-
τεῖαν καὶ μεγάλην, περὶ αὐτὴν δὲ ὀρθὰ ξύλα κα-
-
τέπηξαν. Οὕτω μὲν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλ-
-
ληνες ἐνήργουν. Οἱ θεοὶ δὲ παρὰ τῷ Διῒ τῷ ἀϛρά-
-
πτοντι καθήμενοι, ἐθαύμαζον τὸ μέγα ἔργον τῶν σι-
-
δηροθωράκων Ἑλλήνων. τούτοις δὲ λόγων ἤρχετο ὁ
-
τὴν γῆν σείων Ποσειδῶν λέγων· Ὦ Ζεῦ πάτερ ἆρά
-
τις ἐστὶν ἀνὴρ ἐπὶ τῆς ἀπείρου γης, ὅστις ἔτι ( τοῦ
-
λοιποῦ) τοῖς ἀθανάτοις θεοῖς τῆν διάνοιαν καὶ τὴν
-
βουλὴν ἀντερεῖ; οὐχ ὁρᾶς, ὅτε δὴ οἱ τὰς κεφαλὰς
-
κομῶντες Ἕλληνες ᾠκοδόμησαν τεῖχος ὑπὲρ τῶν νεῶν,
-
περὶ αὐτὸ δὲ τάφρον ἐξέτειναν, καὶ ἐποίησαν, οὐδὲ
-
τοῖς θεοῖς προσήνεγκαν θυσίας ἐνδόξους; τούτου δὴ
-
ἡ ἔνδοξος φήμη ἔσται, καθʼ ὅσον χῶρον ἐφαπλοῦται
-
ἡ ἡμέρα. τούτου δὲ ἀμνημονήσουσιν, ὅπερ ἐγὼ καὶ
-
Ἀπόλλων ὁ λαμπρός τε καὶ καθαρὸς Λαομέδοντι τῷ
-
ἥρωϊ ἐτειχίσαμεν κακοπαθήσαντες. Πρὸς τοῦτον δὲ
-
μεγάλως βαρυνθεὶς, καὶ στενάζων εἶπεν ὁ τὰς νε-
-
φέλας ἀθροίζων Ζεύς· Φεῦ φεῦ, ὧ κινητὰ γῆς μεγα-
-
λοδύναμε, οἷον εἶπας; ἄλλος τις ἂν ἀπὸ τῶν θεῶν
-
φοβηθείη το νόημα καὶ ἐνθύμημα τοῦτο, ὅστις πολλῷ
-
ἀσθενέστερός σου ὑπάρχει τὰς χεῖράς τε καὶ τὴν δύ-
-
ναμιν· τὸ σὸν δὴ κλέος ἔσται καθʼ ὅσον χῶρον ἐφα-
-
πλοῦται ἡ ἡμέρα· ἄγε μὴν, ὅταν δὴ οἱ τὰς κεφαλὰς
-
κομῶντες Ἕλληνες πορευθῶσι σὺν ταῖς ναυσὶν ἐπὶ
-
τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, τὸ τεῖχος καταλύ-
-
σας, τοῦτο μὲν ἅπαν εἰς τὴν θάλασσαν κατάχεον,